Book 10
21
ἀλλ’ ἀκρατέστερόν μοι, ὦ παῖ, τῷ κυάθῳ πληρῶν ἔγχει εἰς τὴν κύλικα, μὴ κατὰ τὸν κωμῳδιοποιὸν Ἀντιφάνην, ὃς ἐν Διδύμοις φησί· τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών. ἐνεχεάμην ἄκρατον ᾽ἔγχει, παιδίον, κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους· ἔπειτ’ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν ἐμοὶ οὖν, ὦ παῖ, ‘ζωρότερον κέραιρε·’ οὔπω γὰρ λέγομεν περὶ ἀριθμοῦ κυάθων. δείξω δὲ ὅτι καὶ ὁ κύαθος εἴρηται καὶ τὸ ἀκρατέστερον, καὶ περὶ οἰνοχόων,
22
πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον. Ἀντιφάνης Μελανίωνι· τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ, ἐν δὲ Λάμπωνι· ὁ δεῖν’ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον. Ἔφιππος Ἐφήβοις· φιάλην ἑκατέρᾳ ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς. τινὲς δὲ καὶ τὸ παρ’ Ὁμήρῳ ᾽ζωρότερον δὲ κέραιρε οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως; ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα οὐκ ἄτοπον, ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸ ζα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δ’ ἐν Παιδερασταῖς φησιν ἔγχεον σὺ δὴ πιεῖν. β. εὐζωρότερόν γε νὴ Δί᾽, ὦ παῖ, δὸς· τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτ’ ἐστι τῇ ψυχῇ κακόν. Θεόφραστος δ’ ἐν τῷ περὶ μέθης ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος Ἐμπεδοκλέους τάδε· αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.