Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

1 αλλ’ ὠσπερ δείπνου γλαφυροὺ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρεχειν τοῖς θεαταῖς ταν σοφόν, ἵν’ ἀπίῃ τις τοῦτο λαβὼν καὶ φαγὼν, καὶ προσπιὼν ᾧ χαίρει, καὶ σκευασία μὴ μί’ ᾖ τῆς μουσικῆς, Ἀστυδάμας ὁ τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ, ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ ὁ Ἡρακλῆς ἀδηφάγος, ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων πρῶτον· μὲν αἴ κ’ ἔσθοντ’ ἴδοις νιν ἀποθάνοις. βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ’ ἁ γνάθος, ψοφεῖ δ᾽· ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα. Ἴων δ’ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει· ὑπὸ δὲ τῆς βουλιμίας κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας. παρὰ Πινδάρου δὲ τοῦτ’ εἴληφεν εἰπόντος· δοιὰ βοῶν θερμὰ πρὸς ἀνθρακιὰν στέψεν, πυρὶ δ’ ἐκκαπύοντα σώματα· καὶ τότ’ ἐγὼ σαρκῶν τ’ ἐνοπὰν ἴδον ἠδ’ ὀστέων στεναγμὸν βαρὺν ἦν διακρῖναι ἰδόντα παῦρος ἐν καιρῷ χρόνος. τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.
1 / 87 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme