Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 1

54 ὅτι Θεμιστοκλῆς ὑπὸ βασιλέως ἔλαβε δωρεὰν τὴν Λάμψακον εἰς οἶνον, Μαγνησίαν δ’ εἰς ἄρτον, Μυοῦντα δ’ εἰς ὄψον, Περκώτην δὲ καὶ τὴν Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἱματισμόν. ἐκέλευσε δὲ τούτῳ στολὴν φορεῖν βαρβαρικήν, ὡς καὶ Δημαράτῳ, δοὺς τὰ πρότερον ὑπάρχοντα καὶ εἰς στολὴν Γάμβρειον προσθεὶς ἐφ’ ᾧ τε μηκέτι Ἑλληνικὸν ἱμάτιον περιβάληται. καὶ Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος Ἀγαθοκλῆς, Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, Τίον, Σκῆπτρα, Ἀρτύψον, Τορτύρην. ὁ δ’ εἰς ὕβριν, φησί, καὶ ἄνοιαν προελθὼν τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος στρατιὰν συναγαγών. καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ’ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον. τιμᾶται δὲ παρὰ Λαμψακηνοῖς ὁ Πρίηπος ὁ αὐτὸς ὢν τῷ Διονύσῳ, ἐξ ἐπιθέτου καλούμενος οὕτως, ὡς Θρίαμβος καὶ Διθύραμβος. ὅτι Μιτυληναῖοι τὸν παρ’ αὑτοῖς γλυκὺν οἶνον πρόδρομον καλοῦσι, ἄλλοι δὲ πρότροπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme