Book 1
46
ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς καὶ Ἰταλικὰς τραπέζας, ἤδη δὲ καὶ Χίας. μαρτυροῦνται γὰρ καὶ Χῖοι οὐκ ἔλαττον τῶν προειρημένων ἐπὶ ὀψαρτυτικῇ. Τιμοκλῆς (II 466 K)· Χῖοι πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν. κοιμῶνται δὲ μετὰ γυναικῶν παρ’ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ. μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναῖκα γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ.