Book 1
29
δυνατωτάτη δὲ παρ’ Ὁμήρῳ καὶ ἡ τῶν μύρων εὐωδία (Il. 14.173)· οὗ κινυμένου Διὸς ποτὶ χαλκοβατὲς δῶμα ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή. καὶ στρωμνὰς δὲ οἶδε διαπρεπούσας· τοιαύτας οὖν Ἀρήτη Ὀδυσσεῖ ὑποστρωννύειν κελεύει (Od. 7.336), καὶ Νέστωρ αὐχεῖ πρὸς Τηλέμαχον πολλῶν τοιούτων εὐπορεῖν.