Book 1
28
ἀπολαυστικὸς δέ ἐστι παρ’ αὐτῷ καὶ ὁ τῶν Φαιάκων βίος· ‘αἰεὶ γὰρ ἡμῖν δαίς τε φίλη κίθαρίς τε’ καὶ τὰ ἑξῆς (Od. 8.248)..... ἃ ἔπη (Od. 9.5) Ἐρατοσθένης οὕτω γεγράφθαι φησίν· οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κακότητος ἀπούσης, δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ, κακότητος ἀπούσης φάσκων τῆς ἀφροσύνης. ἀδύνατον γὰρ μὴ φρονίμους εἶναι Φαίακας, οἳ μάλα φίλοι εἰσὶ θεοῖσιν, ὡς ἡ Ναυσικάα φησί (Od. 6.203).