36.4
εἰώθασι γὰρ ὡς τὰ πολλὰ μετ̓ εὐπραγίας οἱ στρατιῶται ῥᾳθυμότερον ἐκλύεσθαι περὶ τὰς φυλακάς· ἡ γὰρ τῶν πέλας καταφρόνησις ἀμελείας σφίσι γίγνεται αἰτία τῶν οἰκείων, οὕτως τε πολλάκις τὰ εὐτυχήματα πλεῖον ἔβλαψε τῶν δυστυχημάτων.
36.5
ὁ μὲν γὰρ πταίσας ἐδιδάχθη καὶ φυλάξασθαι τὸ μέλλον, ἐξ ὧν ἔπαθεν, ὁ δὲ τοῦ δυστυχεῖν ἄπειρος οὐδʼ ὡς δεῖ φυλάξαι τὰς εὐπραγίας, ἔμαθεν.
36.6
εἶτʼ αὖ νικῶν τὴν αὐτὴν ἐχέτω προμήθειαν ὑπὲρ τοῦ μὴ παθεῖν ἀμελῶν, ἣν ἂν εἰς τὸ δρᾶσαί τι τοὺς ἐχθροὺς ῥᾳθυμοῦντας εἰσενέγκαιτο. φόβος γὰρ εὔκαιρος ἀσφάλεια προμηθής, ὡς καὶ καταφρόνησις ἄκαιρος εὐεπιβούλευτος τόλμα.
37.1
Περὶ τοῦ ἐν καιρῷ εἰρήνης μὴ ἀφυλάκτως εἶναι Ἀνοχὰς δὲ ποιησάμενος μηδʼ ἐπιτιθέσθω μηδ’ αὐτὸς ἀφύλακτος ἔστω· ἀλλὰ τὸ μὲν ἥσυχον ἐχέτω πρὸς τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ, τὸ δ’ ἀσφαλὲς εἰς τὸ μὴ παθεῖν, ὡς ἐν πολέμῳ.
37.2
δεῖ γὰρ οὐκ ἀσύνθηκον ἐν σπονδαῖς εἶναι οὔτʼ αὐτόν τι φθάνειν ἀσεβὲς δρῶντα, ἀλλʼ ὕποπτον, ὡς φυλάττεσθαι τὸ ἀπὸ τῶν πολεμίων ὕπουλον·
37.3
ἄδηλοι γὰρ αἱ τῶν σπεισαμένων γνῶμαι. καὶ παρὰ σοὶ μὲν ἔστω τὸ βέβαιον τοῦ μὴ ἀδικῆσαι διὰ τὸ εὐσεβές, παρὰ δὲ τοῖς πολεμίοις ὑπονοείσθω τὸ μὴ πιστὸν διὰ τὸ ἀπεχθές· ἀσφαλὴς γὰρ οὗτος καὶ προμηθής, ὃς οὐδὲ βουληθεῖσι τοῖς πολεμίοις ἐπιθέσθαι τὸν τοῦ δύνασθαι παρασπονδῆσαι καιρὸν ἀπολείπει.
37.4
οἵτινες δʼ ἐπὶ τοῖς θεοῖς ποιοῦνται τὴν ὑπὲρ ὧν ἂν πάθωσιν ἐκδικίαν, εὐσεβὲς μὲν φρονοῦσιν, οὐ μὴν ἀσφαλῆ ποιοῦσιν.