Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
32.10 ὥσπερ γὰρ οἱ κυβερνῆται πρὸς μὲν τὸν πλοῦν ἐκ λιμένων ἀνάγονται πάντα ἐξηρτυμένοι τὰ κατὰ τὴν ναῦν, ἐπειδὰν δʼ ἐμπέσῃ χειμών, οὐχ ὃ βούλονται ποιοῦσιν, ἀλλʼ ὃ ἀναγκάζονται, πολλὰ καὶ πρὸς τὸν ἀπὸ τῆς τύχης ἐπείγοντα κίνδυνον εὐτόλμως παραβαλλόμενοι, καὶ οὐ τὴν ἀπὸ τῆς μελέτης εἰσφερόμενοι μνήμην, ἀλλὰ τὴν ἐκ τῶν καιρῶν βοήθειαν· οὕτως οἱ στρατηγοὶ τὴν μὲν δύναμιν ἐκτάξουσιν, ὅπως σφίσι νομίζουσι συνοίσειν, ἐπειδὰν δʼ ὁ τοῦ πολέμου περιστῇ χειμὼν πολλὰ θραύων καὶ παραλλάττων καὶ ποικίλας ἐπάγων περιστάσεις, ἡ τῶν ἀποβαινόντων ἐν ὀφθαλμοῖς ὄψις ἐπιζητεῖ τὰς ἐκ τῶν καιρῶν ἐπινοίας, ἃς ἡ ἀνάγκη τῆς τύχης μᾶλλον ἢ ἡ μνήμη τῆς ἐμπειρίας ὑποβάλλει.

Περὶ τοῦ μὴ τὸν στρατηγὸν αὐτοχειρὶ πολεμεῖν

33.1 Μαχέσθω δὲ ὁ στρατηγὸς αὐτὸς προμηθέστερον ἢ τολμηρότερον, ἢ καὶ τὸ παράπαν ἀπεχέσθω τοῦ τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· καὶ γὰρ εἰ κατὰ τοὺς ἀγῶνας ἀνυπέρβλητον ἀνδρίαν εἰσενέγκαιτο, τοσοῦτον οὐδὲν ὠφελῆσαι δύναται στράτευμα μαχόμενος, ὅσον ἀποθανὼν βλάψαι· στρατηγοῦ γὰρ ἡ γνώμη πλέον ἰσχύει τῆς ῥώμης· σώματος μὲν γὰρ ἀνδρίᾳ δρᾶσαί τι μέγα καὶ στρατιώτης δύναται, γνώμης δὲ προμηθείᾳ βουλεῦσαί τι κρεῖττον οὐκ ἄλλος.
33.2 ὅνπερ δʼ ἂν τρόπον, εἰ κυβερνήτης ἀφειμένος τῶν οἰάκων, ἃ δεῖ τοὺς ναύτας ποιεῖν, αὐτὸς πράττοι, κινδυνεύειν ἂν συμβαίη τὸ σκάφος, τοῦτον, εἰ στρατηγὸς ἀποστὰς τοῦ γνώμῃ τι βουλεύειν ἐπὶ τὰς τῶν στρατιωτῶν καταβαίνοι χρείας, ἡ τῶν ὅλων ἀκυβέρνητος ἀμέλεια τὴν ἀναγκαιοτέραν ἄπρακτον ποιήσει βοήθειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme