Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
23.1 Περὶ τοῦ ἐν τῷ καιρῷ αὐτῷ τῆς μάχης ἐκφωνεῖν χαρμόσυνα τοῖς ὑπηκόοις· εἰ καὶ ψευδῆ, ὅμως συμφέρει Καὶ δή ποτε παριππαζόμενος ἐμβοησάτω τοῖς φίλοις, εἰ μὲν ἐπὶ τοῦ δεξιοῦ τύχοι κέρως ὤν, “νικῶσιν ἇνδρες οἱ ἐπὶ τοῦ λαιοῦ τὸ δεξιὸν κέρας τῶν πολεμίων,” εἰ δʼ ἐπὶ τοῦ λαιοῦ, νικᾶν λεγέτω τὸ φίλιον δεξιόν, ἐάν τε καὶ κατʼ ἀλήθειαν ᾖ τοῦτο γινόμενον ἐάν τε μή· καὶ γὰρ δὴ τὸ ψεῦδος ἀναγκαῖον εἰπεῖν, ὅπου “μέγα νεῖκος ὄρωρεν·” οἷον βοῆσαι πάλιν αὖ μακρὰν ἀποστατοῦντος τοῦ τῶν πολεμίων ἡγεμόνος ἢ ἐπὶ θατέρου κέρως ὄντος ἢ τὰ μέσα συνέχοντος τῆς φάλαγγος, “τέθνηκεν ὁ τῶν πολεμίων στρατηγὸς” ἢ “βασιλεύς,” ἢ ὅστις ἄν ποτε ᾖ.
23.2 καὶ ταῦτα χρὴ βοᾶν οὕτως, ὥσθʼ ἅμα καὶ τοὺς πολεμίους κατακούειν· οἵ τε γὰρ φίλιοι τοὺς σφετέρους ἀκούοντες ἐπικυδεστέρους ἀναθαρροῦσι καὶ διπλάσιοι γίγνονται ταῖς προθυμίαις, οἵ τε ἐχθροὶ τὰ σφῶν αὐτῶν ἐλαττώματα πυνθανόμενοι συγκαταπίπτουσι ταῖς διανοίαις, ὥστ̓ ἔστιν ὅτε καὶ εἰς φυγὴν ἅμα τῷ δέξασθαι τοιαύτην φήμην ὁρμᾶν.
23.3 οὕτως πολλάκις συνήνεγκεν καὶ τοὺς φιλίους ἅμα τοῖς πολεμίοις ἐξαπατῆσαι, τοῖς μὲν τὰ κρείττω, τοῖς δὲ τὰ χείρω ψευδόμενον.
24.1 Περὶ τοῦ οἰκείους πρὸς οἰκείους καὶ γνωρίμους πρὸς γνωρίμους τάττειν Φρονίμου δὲ στρατηγοῦ καὶ τὸ τάττειν ἀδελφοὺς παρʼ ἀδελφοῖς, φίλους παρὰ φίλοις, ἐραστὰς παρὰ παιδικοῖς· ὅταν γὰρ ᾖ τὸ κινδυνεῦον τὸ πλησίον προσφιλέστερον, ἀνάγκη τὸν ἀγαπῶντα φιλοκινδυνότερον ὑπὲρ τοῦ πέλας ἀγωνίζεσθαι· καὶ δή τις αἰδούμενος μὴ ἀποδοῦναι χάριν ὧν εὖ πέπονθεν αἰσχύνεται καταλιπὼν τὸν εὐεργετήσαντα πρῶτος αὐτὸς ἄρξαι φυγῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme