Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
21.9 Οὐκ ἄχρηστον δέ ποτε καὶ ἀντιπαραταξάμενον ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν, ὡς καταπεπληγμένον, ἢ καὶ ἐπιστρέψαντα παραπλησίαν φυγῇ ποιεῖσθαι τὴν ἐπιχώρησιν ἐν τάξει, εἶτ̓ αὖθις μεταβαλόμενον ἀντεπιέναι τοῖς ἐπιοῦσιν· ἐνίοτε γὰρ ὑπὸ χαρᾶς οἱ πολέμιοι δόξαντες φεύγειν τοὺς ἐναντίους λύσαντες τὰς τάξεις ἐπικέονται προπηδῶντες ἄλλων ἄλλοι, ἐφʼ οὓς ἀκίνδυνον ἐπιστρέψαντας μάχεσθαι καὶ αὐτῷ τῷ παρʼ ἐλπίδα τοῦ στῆναι θάρσει καταπληξαμένους εἰς φυγὴν αὖθις τοὺς πάλαι διώκοντας τρέπεσθαι.
22.1 Περὶ τοῦ ἔχειν κεχωρισμένους ἐπιλέκτους εἰς βοήθειαν τῶν καταπονουμένων. περὶ τοῦ ἔχειν ἐγκρύμματα Ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς δυνάμεως, ἵνʼ ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας ἐπάγῃ· καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες ἐπελθόντες ἤδη κεκοπιακόσι· τούς τε γὰρ τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπέθεντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme