Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
21.6 πρὸς οὓς ἀντεπακτέον οὐχ ὧδε· τριχῇ δὲ διελὼν τὴν ἰδίαν δύναμιν τῶν μὲν δυεῖν ἑκατέρῳ μέρει κατὰ κέρας προσβαλλέτω τοῖς πολεμίοις, τῷ δὲ ἑνί, τοῖς εἰς τὸν μέσον κόλπον τοῦ μηνοειδοῦς ἀντιπαρατεταγμένοις, ἐναντίος ἑστάτω καὶ μὴ προαγέτω· ἢ γὰρ μένοντες ἐπὶ τοῦ κυκλοειδοῦς σχήματος οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι τῶν ἐχθρῶν ἄπρακτοι μηδὲν δρῶντες ἑστήξονται, ἢ προϊόντες εἰς τοὔμπροσθεν, εἰ βούλοιντο προάγειν φαλαγγηδὸν εἰς εὐθεῖαν ἐκ τοῦ σιγματοειδοῦς ἁπλούμενοι σχήματος, ἀλλήλους ἐκθλίψουσι καὶ λύσουσι τὴν τάξιν —τῶν γὰρ ἐπὶ κέρως ἐπὶ τῆς αὐτῆς μενόντων χώρας καὶ μαχομένων οὐχ οἷόν τε τὸ ἡμικύκλιον εἰς εὐθεῖαν ἀνελθεῖν —· ἔνθα δὴ τεταραγμένων αὐτῶν καὶ λελυκότων τὴν τάξιν τῷ τρίτῳ τάγματι καὶ ἐφέδρῳ προσβαλλέτω τοῖς ἀπὸ τοῦ μέσου κυρτώματος προάγουσιν ἀτάκτως εἰς τοὔμπροσθεν.
21.7 ἐὰν δὲ διαμένωσιν ἐπὶ τοῦ κοίλου σχήματος, τοὺς ψιλοὺς καὶ ἑκηβόλους ἔνθα κατʼ ἀντικρὺ ταττέτω·
21.8 βάλλοντες γὰρ αὐτοὺς πολλὰ λυπήσουσιν. οὐ μὴν ἀλλὰ καὶ εἰ λοξῇ πάσῃ τῇ ἰδίᾳ φάλαγγι προσβάλλει κατὰ θάτερον κέρας τῶν πολεμίων, οὐκ ἂν ἁμάρτοι πρὸς τὴν ἐκ τοῦ μηνοειδοῦς σχήματος κύκλωσιν οὕτως ἀντεπιών· ἐπὶ πολὺ γὰρ οἱ ἐξ ἐναντίας εἰς χεῖρας ἰέναι πανστρατιᾷ κωλυόμενοι κατʼ ὀλίγους κερασθήσονται, τῶν ἐπὶ θατέρου κέρως μόνων μαχομένων, οἳ καὶ πρῶτοι κατʼ ἀνάγκην συμμίξουσι διὰ τὴν λοξὴν ἔφοδον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme