10.28
καί μοι δοκεῖ τὰς κατʼ οὐρανὸν ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.
11.1
α. Περὶ τοῦ ὅτι δεῖ τῶν πολεμίων σχηματιζομένων φεύγειν μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν ἔχεσθαι τῆς διώξεως Ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγκαιοτάτων ἡγοῦμαι περὶ τούτου φράσαι.
11.2
τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις ἕκαστοι πολεμήσουσιν· καὶ τῆς μὲν σφῶν αὐτῶν ἐμπειρίαν ἔχουσι χώρας ἄνθρωποι,