Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
10.4 Εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας ἢ στύρακας ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα πεδία εἴη, βώλους τε κελεύων αἴροντας βάλλειν· ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων ἐπὶ τὴν μάχην· δείξας δʼ αὐτοῖς καὶ λόφους ἢ βουνοὺς ἢ ὀρθίους τόπους κελευέτω σὺν δρόμῳ καταλαμβάνεσθαι· ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς ἃ μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας ἑτέρους ἐκπεμπέτω· καὶ ἤτοι τοὺς μείναντας ἐπαινείτω καὶ μὴ ἐκπεσόντας ἢ τοὺς ἐκβαλόντας.
10.5 ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δʼ ὅ τι οὖν ἥδιον ἐσθίει καὶ πίνει, κἂν λιτὸν ᾖ, πολυτελέστερον οὐθὲν ἐπιζητοῦν· ὁ γὰρ ἀπὸ τῶν πόνων λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν καὶ γλυκὺ κρᾶμα, καὶ στερρότερά τε τὰ σώματά σφισι γίγνεται καὶ ἄκμητα, καὶ συνεθίζεται τοῖς μέλλουσι δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς ὑπαίθροις ἐγγυμναζόμενα.
10.6 Παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν ἁμίλλας ποιούμενος καὶ διώγματα καὶ συμπλοκὰς καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφʼ ὅσον δυνατόν ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν· οὐ γὰρ οἶόν τε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς ἱππάζεσθαι. β. Περὶ προνομῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme