Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
6.11 τὴν δὲ τῶν πολεμίων φθειρέτω καὶ καιέτω καὶ τεμνέσθω· ζημία γὰρ χρημάτων καὶ καρπῶν ἔνδεια μειοῖ πόλεμον, ὡς περιουσία τρέφει. προανατεινέσθω μέντοι πρῶτον, ὃ μέλλει ποιεῖν· πολλάκις γὰρ ἡ τοῦ μέλλοντος ἔσεσθαι δεινοῦ προσδοκία συνηνάγκασε, πρὶν ἢ παθεῖν, ὑποσχέσθαι τι τοὺς κινδυνεύοντας ὧν πρότερον οὐκ ἐβουλήθησαν ποιεῖν· ἐπειδὰν δʼ ἅπαξ πάθωσιν, ὡς οὐδὲν ἔτι χεῖρον ὀψόμενοι τῶν λοιπῶν καταφρονοῦσιν.
6.12 εἰ δὲ πολὺν ἐν τῇ πολεμίᾳ μέλλει καταστρατοπεδεύειν χρόνον, τοσαῦτα καὶ τοιαῦτα φθειρέτω τῆς χώρας ὧν αὐτὸς οὐχ ἕξει χρείαν, ἅττα δὲ ἀναγκαῖα φυλαχθέντα τοῖς φιλίοις ἔσται, τούτων φειδέσθω.
6.13 Τῶν δὲ δὲ δυνάμεων ἐκπεπληρωμένων μήτʼ ἐπὶ τῆς ἰδιοκτήτου μήτʼ ἐπὶ τῆς ὑπηκόου μήτʼ ἐπὶ τῆς συμμαχίδος καθεζόμενος ἐγχρονιζέτω χώρας· τοὺς γὰρ ἰδίους ἀναλώσει καρποὺς καὶ ζημιώσει πλέον τοὺς φίλους ἢ τοὺς πολεμίους· μεταγέτω δʼ ὡς θᾶττον, ἐὰν ἀκίνδυνα ᾖ τὰ οἴκοι, τὰς δυνάμεις· ἐκ γὰρ τῆς πολεμίας, εἰ μὲν εἴη δαψιλὴς καὶ εὐδαίμων, τροφὴν ἕξει καὶ ἄφθονον, εἰ δὲ μή, τήν γε φιλίαν οὐ λυμανεῖται, πολλὰ δʼ ὅμως καὶ ἀπὸ λυπρᾶς τῆς ἀλλοτρίας ἕξει πλεονεκτήματα.
6.14 Φροντιζέτω δὲ περί τε ἀγορᾶς καὶ τῆς τῶν ἐμπόρων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν παραπομπῆς, ἵνʼ ἀκινδύνου τῆς παρουσίας σφίσιν οὔσης ἀόκνως παρακομίζωσι τὸν εἰς τὰ ἐπιτήδεια φόρτον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme