Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
4.4 εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας καὶ τείχους ἑδραιότερον ὑφίστασθαι δεῖ τὸν θεμέλιον, ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησομένων καὶ τῶν ἐποικοδομουμένων, ἀλλὰ καὶ πολέμου τὰς ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυρῶς καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας, οὕτως ἐξάγειν τὰς δυνάμεις· ὧν γὰρ ἀσθενῆ τὰ πράγματά ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν.
4.5 ὅθεν, ὥσπερ ἀγαθὸν κυβερνήτην ἐκ λιμένος ἐξαρτυσάμενον τὸ σκάφος καὶ τὰ παρʼ αὑτῷ ἅπαντα ποιήσαντα, τότʼ ἐπιτρέπειν χρὴ τῇ τύχῃ, ὡς αἴσχιστόν γε καὶ σφαλερὸν ὑποδείξαντα πολέμου κίνησιν, ὥστε καὶ διὰ θαλάττης ἤδη καὶ διὰ γῆς ἄγειν τὸ στράτευμα, κἄπειτα πρύμναν κρούεσθαι·
4.6 τῆς μὲν γὰρ ἀνοίας καὶ προπετείας ἕκαστος κατεγέλασεν, τῆς δʼ ἀσθενείας κατεφρόνησεν, οἱ δ’ ἐχθροί, οἵτινές ποτʼ ἂν ὦσιν, κἂν μὴ πάθωσιν, ὡς οὐχὶ μὴ βουληθέντας ἀλλʼ οὐ δυνηθέντας διαθεῖναί τι δικαίως ἐμίσησαν.
5.1 Περὶ τοῦ ἐξιλεοῦσθαι πρῶτον ὑπὲρ τῶν ἁμαρτιῶν τὸ θεῖον ὁ στρατηγὸς ἐξάγων εἰς πόλεμον Ἐξαγέτω δὲ τὰς δυνάμεις ὁ στρατηγὸς καθαρὰς ἢ οἷς νόμοι ἱεροὶ ἢ οἷς μάντεις ὑφηγοῦνται καθαρσίοις, πᾶσαν, εἴ τις ἢ δημοσίᾳ κηλὶς ἢ ἰδίου μολύσματος ἑκάστῳ σύνεστιν, ἀποδιοπομπούμενος.

Περὶ τοῦ ἄγειν ἐν τάξει τὸ στρατόπεδον

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme