Thesauros Literature military Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Asclepiodotus
10.17 διπλασιάσαι δὲ λέγεται διχῶς· ἢ γὰρ τόπον, ἐν ᾧ ἡ φάλαγξ, μένοντος τοῦ πλήθους τῶν ἀνδρῶν, ἢ τὸν ἀριθμὸν αὐτῶν· γίνεται δὲ ἑκάτερον διχῶς κατὰ λόχον ἢ κατὰ ζυγόν, ταὐτὸν δὲ εἰπεῖν κατὰ βάθος ἢ κατὰ μῆκος. κατὰ μῆκος μὲν οὖν γίνεται διπλασιασμὸς ἀνδρῶν, ὅτʼ ἂν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλους αὐτοῖς ἰσαρίθμους τὸ μῆκος τῆς φάλαγγος φυλάττοντες, ὥστε πύκνωσιν γενέσθαι μόνην ἐκ τῆς τῶν ἀνδρῶν διπλασιάσεως· κατὰ βάθος δέ, ὅτʼ ἂν μεταξὺ τῶν προϋπαρχόντων ζυγῶν ἄλλα αὐτοῖς ἰσάριθμα παρεμβάλωμεν ὥστε κατὰ βάθος εἶναι πύκνωσιν μόνην· τί δὲ διενήνοχε παρεμβολὴ παρεμπλοκῆς, εἴρηται πρότερον.
10.18 τόπου δὲ γίνεται διπλασιασμὸς κατὰ μῆκος μέν, ὅτʼ ἂν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ μῆκος πρὸς τὸ μὴ ὑπερκερασθῆναι ὑπὸ τῶν πολεμίων ἢ ὅτʼ ἂν ὑπερκεράσαι βουλώμεθα τοὺς πολεμίους· τὸ δʼ ὑπερκεράσαι ἐστὶν τὸ τῷ κέρατι τῷ ἑτέρῳ ὑπερβαλέσθαι τὸ ἐκείνων κέρας— τοῦτο δὲ γίνεται ἐνίοτε καὶ τοῦ ἑτέρου ἐλλείποντος διʼ ὀλιγότητα ἀνδρῶν, ὡς, ὅτʼ ἄν γε καθʼ ἑκάτερον κέρας ὑπερβάλλωσιν, ὑπερφαλαγγεῖν λέγεται.
10.19 κατὰ βάθος δὲ γίνεται τόπου διπλασιασμός, ὅτʼ ἂν τὴν προειρημένην κατὰ βάθος πύκνωσιν μανότητι μετατάττομεν ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ βάθος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme