10.15
ὁ Κρητικὸς δὲ καὶ Περσικὸς καλούμενος μέσος ἐστὶν ἀμφοῖν· οὐ γὰρ τὸν ὄπιθεν τῆς φάλαγγος μεταλαμβάνει τόπον, ὡς ὁ Μακεδονικός, οὔτε τὸν ἔμπροσθεν, ὡς ὁ Λακωνικός, ἀλλʼ ἐπὶ τοῦ αὐτοῦ χωρίου ὁ μὲν λοχαγὸς τοῦ οὐραγοῦ τὸν τόπον μεταλαμβάνει καὶ οἱ κατὰ τὸ ἑξῆς ἐπιστάται καὶ πρωτοστάται καὶ παραπορευόμενοι κἀνταῦθα διχῶς ἢ κατὰ λόχον ἢ κατὰ ζυγόν, ἄχρις ἂν ὁ οὐραγὸς τὸν τοῦ λοχαγοῦ τόπον ἀντιμεταλάβῃ, οἷον λοχαγοῦντος τοῦ αβγδε καὶ ἑξῆς ἐπιστατοῦντος τοῦ ζηθικ καὶ ἐφʼ ἑξῆς τοῦ λμνξο, καὶ μετὰ τοῦτο τοῦ πρστυ—ἔστω δὲ τοῦτο οὐραγοῦν—ὅτʼ ἂν τὸ μὲν αβγδε τὸν τοῦ πρστυ τόπον μεταλαμβάνῃ, τὸ δὲ ζηθικ τὸν τοῦ λμνξο, τὸ δὲ λμνξο τὸν τοῦ ζηθικ, τὸ δὲ πρστυ τὸν τοῦ αβγδε. οὕτω γὰρ ὁ ἐξελιγμὸς οὐκ ἀποστήσει τοῦ αὐτοῦ χωρίου τὴν φάλαγγα, ὅπερ ἡμῖν ἔσται χρήσιμον, ὁπότʼ ἂν ὦσιν οἱ ἑκατέρωθεν τόποι φαυλότεροι.
10.16
γίνονται δὲ κατὰ ζυγὸν ἐξελιγμοί, ὅτʼ ἂν τὰ κέρατα μεθίστηται τῶν ἀποτομῶν· διὰ ταῦτα γὰρ ἰσχυρὰ ποιεῖται τὰ μέσα τῆς φάλαγγος. ἐνίοτε δὲ κατὰ ἀποτομὰς οὐκ ἐγχωρεῖ τοὺς ἐξελιγμοὺς ποιήσασθαι, ὅτʼ ἂν ἐγγὺς ὦσιν οἱ πολέμιοι, ἀλλὰ κατὰ σύνταγμα, ὥστε τὸ τοῦ συντάγματος δεξιὸν ἀντιμεταλαμβάνειν τὰ λαιὰ καὶ ἀνάπαλιν.