10.1
τὰ μὲν οὖν εἴδη τῆς τελείας δυνάμεως καὶ τὰ ὀνόματα τῶν ἐν αὐτῇ ταγμάτων εἴρηται· ἑξῆς δὲ περὶ τῶν ὀνομάτων ἀκόλουθον λέγειν, οἷς χρώμενοι μεταρρυθμίζουσιν οἱ στρατηγοὶ τὰς φάλαγγας· φασὶ γὰρ τὸ μέν τι κλίσιν ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα, τὸ δὲ μεταβολὴν καὶ ἐπιστροφήν, ἄλλο καὶ ἀναστροφήν, ἕτερον καὶ περισπασμὸν καὶ ἐκπερισπασμόν, ἀποκατάστασίν τε καὶ ἐπικατάστασιν, στοιχεῖν τε καὶ ζυγεῖν καὶ εἰς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασιάζειν· φασὶ δέ τι καὶ ἐπαγωγὴν καὶ παραγωγὴν δεξιὰν ἢ λαιὰν καὶ πλαγίαν φάλαγγα καὶ ὀρθίαν καὶ λοξήν, καὶ παρεμβολὴν καὶ παρένθεσιν, πρόταξίν τε καὶ ὑπόταξιν καὶ ἐπίταξιν, ὧν ἕκαστον ὅ τι σημαίνει, δηλῶσαι διὰ βραχέων πειρασόμεθα.
10.2
κλίσις μὲν οὖν ἐστιν ἡ κατʼ ἄνδρα κίνησις, ἐπὶ δόρυ μὲν ἡ ἐπὶ δεξιά, ἐπʼ ἀσπίδα δὲ ἡ ἐπʼ ἀριστερά, ἐπὶ δὲ τῶν ἱπποτῶν ἐφʼ ἡνίαν· γίνεται δὲ κατὰ τὰς ἐκ πλαγίων ἐφόδους τῶν πολεμίων ἀντιπορίας χάριν ἢ ὑπερκεράσεως ὅπερ ἐστὶν ὑπερβαλέσθαι τὸ κέρας τῶν πολεμίων.
10.3
ἡ δὲ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου τὰς τῶν ὁπλιτῶν ὄψεις μετατιθεῖσα καλεῖται μεταβολή, ἧς δύο διαφοραί, ἡ μὲν ἀπὸ τῶν πολεμίων, ἣν καὶ ἐπʼ οὐρὰν ἐπονομάζουσιν, ἡ δʼ ἐπὶ τοὺς πολεμίους ἀπʼ οὐρᾶς καλουμένη.