Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
31.21 ἀντὶ τοῦ ἀστραγάλου καὶ ξύλου ποιήσαντα κύκλον ξύλινον λεᾶναι, καὶ τρῆσαι ἐφεξῆς κύκλῳ τὰ στοιχεῖα τῶν γραμμάτων τέτταρα καὶ εἴκοσι· ὑποψίας δʼ ἕνεκεν καὶ ἄλλα ἐν μέσῳ τοῦ κύκλου τρυπῆσαι, ἔπειτα οὕτω εἰς τὰ στοιχεῖα ἐφεξῆς ὄντα τὸ λίνον ἐνείρειν.
31.22 ὅταν δὲ δὶς τὸ αὐτὸ γράμμα συμβαίνῃ γράφειν, ἐκ τῶν ἐν μέσῳ τρυπημάτων προενείραντα εἰς τὸ αὐτὸ γράμμα ἐνεῖραι· γράμμα δὲ λέγω τὸ τρύπημα.
31.23 Ἤδη δέ τινες εἴς τι βιβλίον γράψαντες ὡς λεπτότατον μακροὺς στίχους καὶ λεπτὰ γράμματα, ἵνʼ ὡς εὐογκοτάτη γένηται ἡ ἐπιστολή, εἶτα ἐπὶ τῷ ὤμῳ τοῦ χιτῶνος ὑποθέντες καὶ ἀποπτύξαντες τοῦ χιτωνίσκου ἐπὶ τῷ ὤμῳ, ἀνύποπτος δὴ δοκεῖ εἶναι ἡ κομιδὴ τῆς ἐπιστολῆς καὶ ἐνδεδυκότος τινὸς τὸν χιτωνίσκον καὶ οὕτω φερομένου.
31.24 Μαρτύριον δὲ ὅτι τὰ εἰσπεμπόμενα μετὰ ἐπιβουλῆς χαλεπὸν φυλάξαι. οἱ γοῦν περὶ Ἴλιον ἄνθρωποι καὶ ἐκ τοσούτου χρόνου καὶ οὕτω διατεταμένοι οὔπω δύνανται φυλάξαι μὴ εἰσελθεῖν αὐτοῖς τὰς Λοκρίδας· καίτοι τοσοῦτον αὐτοῖς ἐστιν ἡ σπουδὴ καὶ ἡ φυλακή. ἀλλʼ ὀλίγοι, προσέχοντες τῷ λαθεῖν, λανθάνουσιν ἀνὰ ἔτεα πολλὰ εἰσάγοντες σώματα.
31.25 παρὰ δὲ τοῖς παλαιοτέροις καὶ τοιόνδε ποτὲ ἐτεχνάσθη. Ποτίδαιαν γὰρ θέλων προδοῦναι Τιμόξενος Ἀρταβάζῳ προσυνέθεντο ἀλλήλοις ὁ μὲν τῆς πόλεώς τι χωρίον,
31.26 ὁ δὲ τοῦ στρατοπέδου, εἰς ὅπερ ἐτόξευον πᾶν ὅ τι ἤθελον ἀλλήλοις ἐμφανίσαι. ἐτεχνάζετο δὲ ὧδε· τοῦ τοξεύματος περὶ τὰς γλυφίδας ἑλίξαντες τὸ βιβλίον καὶ πτερώσαντες ἐτόξευον εἰς τὰ προσυγκείμενα χωρία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme