Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
31.4a ἀφικομένου δὲ παρʼ ὃν δεῖ, καὶ ἀναπαυομένου ἐν τῇ νυκτί, ἀναλυέτω τὰς ῥαφὰς τῶν ὑποδημάτων, καὶ ἐξελὼν καὶ ἀναγνούς, ἄλλα γράψας λάθρᾳ ἔτι καθεύδοντος καὶ ἐγκαταρράψας ἀποστελλέτω τὸν ἄνδρα, ἀνταγγείλας ἢ καὶ δούς τι φέρειν φανερῶς.
31.5 οὕτως οὖν οὔτε ἄλλος οὔτε ὁ φέρων εἰδήσει· χρὴ δὲ τὰς ῥαφὰς τῶν ὑποδημάτων ὡς ἀδηλοτάτας ποιεῖν.
31.6 Εἰς Ἔφεσον δʼ εἰσεκομίσθη γράμματα τρόπῳ τοιῷδε. ἄνθρωπος ἐπέμφθη ἐπιστολὴν ἔχων φύλλοις ἐγγεγραμμένην, τὰ δὲ φύλλα ἐφʼ ἕλκει καταδεδεμένα ἦν ἐπὶ κνήμην.
31.7 εἰσενεχθείη δʼ ἂν γραφὴ καὶ ἐν τοῖς τῶν γυναικῶν ὠσὶν ἔχουσιν ἀντʼ ἐνωτίων ἐλασμοὺς ἐνειλημένους λεπτοὺς μολιβδίνους.
31.8 ἐκομίσθη δὲ ἐπιστολὴ περὶ προδοσίας εἰς στρατόπεδον ἀντικαθημένων πολεμίων ὑπὸ τοῦ προδιδόντος ὧδε. τῶν ἐξιόντων ἱππέων ἐκ τῆς πόλεως εἰς προνομὴν τῶν πολεμίων ἑνὶ ἐγκατερράφη ὑπὸ τὰ πτερύγια τοῦ θώρακος βιβλίον· ᾧ ἐντέταλτο, ἐάν τις ἐπιφάνεια τῶν πολεμίων γένηται, πεσεῖν ἀπὸ τοῦ ἵππου ὡς ἄκοντα καὶ ζωγρηθῆναι. καὶ γενομένου δʼ ἐν τῷ στρατοπέδῳ ἀποδοθῆναι τὸ βυβλίον ᾧ ἔδει. ὑπηρέτησεν δʼ ὁ ἱππεὺς ἀδελφὸς ἀδελφῷ.
31.9 ἄλλος δὲ ἱππέα ἐκπέμπων εἰς τὴν ἡνίαν τοῦ χαλινοῦ βυβλίον ἐνέρραψεν. ἐγένετο δὲ περὶ ἐπιστολὴν τοιόνδε. πόλεως γὰρ πολιορκουμένης ἐπεὶ παρῆλθεν ἔσω τῆς πόλεως ὁ κομίζων τὰς ἐπιστολὰς τῷ μὲν προδιδόντι καὶ τοῖς ἄλλοις οἷς ἔφερεν οὐκ ἀποδίδωσιν, πρὸς δὲ τὸν ἄρχοντα τῆς πόλεως ἦλθεν μηνύων καὶ τὰς ἐπιστολὰς ἐδίδου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme