Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C

Περὶ ἐπιστολῶν κρυφαίων

31.1 Περὶ δὲ ἐπιστολῶν κρυφαίων παντοῖαι μέν εἰσιν αἱ πέμψεις, προσυγκεῖσθαι δὲ δεῖ τῷ πέμψαντι καὶ δεχομένῳ ἰδίᾳ· αἱ δὲ λανθάνουσαι μάλιστα τοιαίδε ἂν εἶεν. ἐπέμφθη ἐπιστολὴ ὧδε.
31.2 εἰς φορτία ἢ ἄλλα σκεύη ἐνεβλήθη βυβλίον ἢ ἄλλο τι γράμμα τὸ τυχὸν καὶ μεγέθει καὶ παλαιότητι. ἐν τούτῳ δὲ γέγραπται ἡ ἐπιστολὴ ἐπιστιζομένων γραμμάτων τοῦ πρώτου στίχου ἢ δευτέρου ἢ τρίτου, ἐπιστιγμαῖς δὲ ἐλαχίσταις καὶ ἀδηλοτάταις πλὴν τῷ πεμπομένῳ. εἶτα ἀφικομένου τοῦ βυβλίου παρʼ ὃν δεῖ, ἐξεγράφετο καὶ τὰ ἐπισεσημασμένα γράμματα τιθεὶς ἐφεξῆς τὰ ἐκ τοῦ πρώτου στίχου καὶ δευτέρου καὶ τὰ ἄλλα ὡσαύτως, ἐγνώριζε τὰ ἐπισταλέντα.
31.3 ὀλίγα δʼ ἄν τις θέλων ἐπιστεῖλαι καὶ ὧδε ποιήσαι, παρόμοιον τούτῳ. ἐπιστολὴν γράψαντα περί τινων φανερῶς ἐν πλείοσιν, ἐν ταύτῃ τῇ ἐπιστολῇ τὸ αὐτὸ ποιεῖν ἐπισημαινόμενον γράμματα, δι’ ὅτων ἐμφανιεῖς ἅπερ ἂν βούλῃ. τὴν δὲ ἐπισημασίαν εἶναι ὡς ἀδηλοτάτην ἐπιστιγμαῖς διὰ πολλοῦ ἢ γραμμαῖς παραμήκεσιν. ἃ τοῖς μὲν ἄλλοις μηδεμίαν ὑπόνοιαν ἕξει, τῷ δὲ πεμπομένῳ γνωστὴ ἔσται ἡ ἐπιστολή
31.4 πεμπέσθω ἀνὴρ ἀγγελίαν φέρων τινὰ ἢ καὶ ἐπιστολὴν περὶ ἄλλων φανερῶν· τοῦ δὲ μέλλοντος πορεύεσθαι κρυφαίως αὐτοῦ εἰς τὸ τῶν ὑποδημάτων πέλμα ἐντεθήτω εἰς τὸ μεταξὺ βυβλίον καὶ καταρραπτέσθω, πρὸς δὲ τοὺς πηλοὺς καὶ τὰ ὕδατα εἰς κασσίτερον ἐληλασμένον λεπτὸν γραφέσθω πρὸς τὸ μὴ ἀφανίζεσθαι ὑπὸ τῶν ὑδάτων τὰ γράμματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme