29.4
πρῶτον μὲν τοῖς προενδημήσασι ξένοις ἐπὶ τὸ μέλλον καὶ πολιτῶν τοῖς ἀνόπλοις τε καὶ συνεργοῖς ἐσομένοις εἰσεκομίσθησαν θώρακες λίνεοι καὶ στολίδια καὶ περικεφαλαῖα ὅπλα κνημίδες μάχαιραι τόξα τοξεύματα ἐν κιβωτοῖς ὡς φορταγωγοῖς κατεσκευασμένα, ὡς ἱματίων ἐνόντων καὶ ἄλλων ἀγωγίμων·
29.5
ἅπερ οἱ ἐλλιμενισταὶ ἀνοίξαντες καὶ ἰδόντες ὡς ἱμάτια μόνον κατεσημήναντο, μέχρι τιμήσονται οἱ εἰσαγαγόντες.
29.6
καὶ ταῦτα μὲν ἐτέθη ἐγγὺς τῆς ἀγορᾶς, ὅπου ἔδει· ἐν δὲ ταρσοῖς καὶ ῥίποις καὶ ἱστίοις ἡμιυφάντοις δοράτια καὶ ἀκόντια ἐνειλημένα εἰσηνέχθη, καὶ ἐτέθη ὅπου ἕκαστα συνέφερεν ἀνυπόπτως· ἐν δʼ ἄγγεσιν ἀχύρων καὶ ἐρίων πέλται καὶ μικρὰ ἀσπίδια ἐν τοῖς ἐρίοις καὶ ἀχύροις κεκρυμμένα, καὶ ἄλλα εὐογκότερα ἐν σαργάναις ἀσταφίδος καὶ σύκων πλήρεσιν, ἐγχειρίδια δὲ ἐν ἀμφορεῦσι πυρῶν καὶ ἰσχάδων καὶ ἐλαιῶν.
29.7
εἰσηνέχθη δὲ ἐγχειρίδια καὶ ἐν σικυοῖς πέποσι γυμνά, ἀπεωσμένα κατὰ τοὺς πυθμένας εἰς τὸ σπέρμα τῶν σικυῶν. ὁ δʼ ἐπιβουλεύων τε καὶ ἡγεμὼν ἔξωθεν εἰσηνέχθη ἐν φρυγάνων φορήματι.
29.8
νυκτὸς δὲ γενομένης καὶ ἀθροισθέντων τῶν ἐπιθησομένων, ἕκαστος ὃν ἔδει τηρήσαντες καιρόν, ἐν ᾧ μάλιστα οἰνωμένοι ἦσαν οἱ ἄλλοι κατὰ τὴν πόλιν οἷα δὴ ἐν ἑορτῇ, πρῶτον μὲν τὸ φόρημα ἐλύθη, καὶ ἐξ αὐτοῦ ὁ ἡγεμὼν ἕτοιμος ἦν· ἔπειτα ἄλλοι μὲν αὐτῶν τοὺς ταρσοὺς ἐξείλισσον πρὸς τὰς λήψεις τῶν δοράτων καὶ ἀκοντίων, ἕτεροι δὲ τὰ ἄγγη τῶν ἀχύρων καὶ ἐρίων ἐξεκένουν, οἱ δὲ τὰς σαργάνας ἀνέτεμνον, ἄλλοι δὲ τὰς κιβωτοὺς ἀνοίγοντες τὰ ὅπλα ἐξῄρουν, οἱ δὲ τοὺς ἀμφορέας συνέτριβον, ἵνα ταχεῖα ἡ λῆψις τῶν ἐγχειριδίων γένοιτο.