Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
26.2 τοὺς δὲ τὴν πρώτην φυλακὴν περιοδεύοντας ἀδείπνους χρὴ περιοδεύειν· τυγχάνουσι γὰρ οἱ τὴν πρώτην προφυλάσσοντες ἀπὸ δείπνου ὄντες ῥᾳθυμοτέρως τε καὶ ἀκολαστοτέρως διακείμενοι.
26.3 περιοδεύειν δὲ ἄνευ λαμπτῆρος, ἂν μὴ λίαν χειμὼν ᾖ καὶ σκότος· εἰ δὲ μή, οὕτω ὁ λαμπτὴρ φεγγέτω, εἰς ὕψος μὲν μηδέν (κεκαλύφθω γάρ τινι), ἐπὶ δὲ τὴν γῆν καὶ τὰ πρὸ τῶν ποδῶν μόνον φεγγέτω.
26.4 ἐν ἱπποτροφούσῃ δὲ πόλει καὶ ἐν ἱππασίμῳ χειμῶνος ἱππεῦσι περιοδεύειν· ἐν γὰρ τοῖς ψύχεσιν καὶ πηλοῖς καὶ μήκεσι τῶν νυκτῶν θᾶσσον ἀνύοιτʼ ἂν ἡ περιοδεία.
26.5 ἐὰν δὲ ἅμα τούτοις καὶ ἐπὶ τοῦ τείχους περιοδεύωσιν, ὥστε τινὰς μὲν τὰ ἔξω τοῦ τείχους ἐπισκοπεῖσθαι, τινὰς δὲ τὰ ἔσω·
26.6 ἔχειν δὲ καὶ περιοδεύοντας λίθους ἐν ταῖς σκοτειναῖς νυξὶ καὶ βάλλειν ἄλλην καὶ ἄλλην εἰς τὸ ἔξω μέρος τοῦ τείχους. οἱ δὲ οὐκ ἐπαινοῦσι τοῦτο διὰ τὰ προγεγραμμένα.
26.7 ἐν ὑποψίᾳ ὄντων ἀλλήλοις χρὴ δὲ τὰς περιοδείας εἶναι κάτω τοῦ τείχους, καὶ μὴ ἀναβαίνειν τοὺς περιόδους πλὴν τῶν φυλάκων.
26.7 Καὶ ἐὰν στράτευμα κεκακοπαθήκῃ μάχῃ λειφθέν, ἢ διὰ τὸ πλῆθος ἀποβαλεῖν νεκρῶν ἢ τραυματιῶν, ἢ συμμάχων ἀποστάσει ἢ δι’ ἄλλο τι σύμπτωμα ἀθυμῇ καὶ τεταπεινωμένον ᾖ, ἐπικίνδυνά τε ᾖ πολεμίων ἐγγὺς ὄντων, χρὴ τὰ προγεγραμμένα κατὰ τὰς φυλακὰς πράσσειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme