Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
22.23 κατὰ δὲ τοὺς καιροὺς τούτους καὶ οὕτω περὶ τὰς φυλακὰς διατελούντων παραγγελλέσθω τῷ ἄλλῳ ὄχλῳ, ὅταν σημανθῇ μηδένα ἐξιέναι· ἐὰν δέ τις ἐξίῃ ἐπί τινα πρᾶξιν ἀναγκαῖον, μετὰ λαμπτῆρος πορεύεσθαι, ἵνα πόρρωθεν κατάδηλος ᾖ τοῖς περιοδεύουσι.
22.24 μηδʼ ἐργάζεσθαι μηδένα δημιουργὸν ἢ χειροτέχνην, ἵνα μὴ ψόφοι ἀπό τινων γίγνωνται τοῖς φύλαξιν.
22.24 Ὃν δ̓ἂν τρόπον ἴσως καὶ κοινῶς μακροτέρων ἢ βραχυτέρων νυκτῶν γιγνομένων καὶ πᾶσιν αἱ φυλακαὶ γίγνοιντο, πρὸς κλεψύδραν χρὴ φυλάσσειν, ταύτην δὲ συμμεταβάλλειν διὰ δεχημερίδος.
22.25 μᾶλλον δὲ αὐτῆς κεκηρῶσθαι τὰ ἔσωθεν, καὶ μακροτέρων μὲν γιγνομένων τῶν νυκτῶν ἀφαιρεῖσθαι τοῦ κηροῦ, ἵνα πλέον ὕδωρ χωρῇ, βραχυτέρων δὲ προσπλάσσεσθαι, ἵνα ἔλασσον δέχηται. περὶ μὲν οὖν φυλακῶν ἰσότητος ἱκανῶς μοι δεδηλώσθω.
22.26 Ἐν δὲ τοῖς ἀκινδυνοτέροις τοὺς ἡμίσεας τῶν προγεγραμμένων εἰς τὰς φυλακὰς καὶ περιοδίας χρὴ τετάχθαι, καὶ οὕτω τὸ ἥμισυ τῆς στρατιᾶς νύκτα ἑκάστην φυλάξει· ἀκινδύνων δὲ καὶ εἰρηναίων ὄντων ἐλάχιστά τε καὶ ἐλαχίστους τῶν ἀνθρώπων ὀχλεῖν.
22.27 καὶ ἐάν τε περιοδείας χρὴ τῷ στρατηγῷ, σκυταλίδα ἔχουσαν σημεῖον παρὰ τοῦ στρατηγοῦ παραδίδοσθαι τῷ πρώτῳ φύλακι, τοῦτον δὲ τῷ ἐχομένῳ καὶ ἕτερον ἑτέρῳ, μέχρι ἂν περιενεχθῇ ἡ σκυταλὶς κύκλῳ τὴν πόλιν καὶ κομισθῇ παρὰ τὸν στρατηγόν· προειρῆσθαι δὲ τοῖς προφύλαξιν μὴ πορρωτέρω προενεγκεῖν τὴν σκυταλίδα τοῦ ἐχομένου φύλακος.
22.28 ἐὰν δʼ ὁ ἐλθὼν καταλάβῃ τόπον ἔρημον φύλακος, πάλιν ἀντιδιδόναι παρʼ οὗ ἔλαβεν τὴν σκυταλίδα, ἵνʼ αἴσθηται ὁ στρατηγὸς καὶ γνῷ τὸν μὴ παραδεξάμενον ἀλλʼ ἐκλείποντα φυλακήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme