Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
10.23 Πόλεως δʼ ὁμηρευομένης, ὅταν ἐπʼ αὐτὴν στρατεία γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ τοὺς ἐγγὺς τὰ γένη μεθίστασθαι ἐκ τῆς πόλεως, ἄχρις ἂν ἡ πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς αὑτῶν παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα πάσχοντας· ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ ὑπεναντίον τι πρᾶξαι.
10.24 ἐὰν δὲ ἄρα δυσχερὲς ᾖ μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν, συνδιάγειν αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ πράξεων καὶ μήτε ὅπου ἔσονται μήτε ὅ τι πράξουσιν προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν· καὶ ἄλλας ἐπʼ ἄλλαις πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος ἐπιρρεῖν ἀνυπόπτως, μεθʼ ὧν ὄντες ἐν φυλακῇ μᾶλλον ἔσονται ἢ φυλάξουσί τι.
10.25 ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν· οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι.
10.25 Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος· ἤδη γάρ τινες, ἐπεὶ πάντῃ ἐξείργονται μηδὲν νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι,
10.26 τοιόνδε τεχνάζουσι. σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας, ἵνα δὴ πρός τι κοιτασθῶσιν, διὰ τούτων τῶν φεγγέων σύσσημον ἐποιήσαντο· διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.

Ἐπιβουλαί

11.1 Ἔτι δὲ καὶ τῶν πολιτῶν δεῖ τοῖς ἀντιπροθυμουμένοις προσέχειν τὸν νοῦν καὶ μηδὲν εὐθέως ἀποδέχεσθαι διὰ τάδε.
11.2 ῥηθήσονται δὲ ἑξῆς αἱ ἐπιβουλαὶ ἐκ τῆς βίβλου παραδείγματος ἕνεκεν, ὅσαι κατὰ πόλιν ἐξ ἀρχόντων ἢ ἰδιωτῶν γεγόνασιν καὶ ὡς ἔνιαι αὐτῶν κωλυθεῖσαι διελύθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme