Thesauros Literature medicine Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών

Χρονίων νούσων θεραπευτικών Aretaeus of Cappadocia

Book 2

ΒΙΒΛΙΟΝ *β.

Κεφαλὴ πρώτη λείπει. Κεφ. β. Θεραπεία Διαβήτο υ.

1 ὕδρωπος ἰδέη τὸ διαβήτεω πάθος αἰτίῃ καὶ διαθέσι, χώρῃ δὲ μούνῃ διάφορον, ἔνθα τὸ ὑγρὸν ἐκρέει. ἀσκίτῃ μὲν γὰρ δοχεῖον, τὸ περιτόναιον, οὐδʼ ἐκροὴν ἴσχει, ἀλλὰ μίμνον τῇδε πλημμυρεῖ. διαβήτεω δὲ φορὴ μὲν ὑγροῦ ἡ ἀπὸ τοῦ πάσχοντος ἡ ωὐτὴ, καὶ σύντηξις· ἐς δὲ νεφροὺς καὶ κύστιν ἡ ξύνδοσις τὰ περὶ ἔξοδον φέρει. ἥδε τοῖσι ὑδεριῶσι ἡ ὁδὸς ἐπιγίγνεται, ἢν ἐς ἀγαθὸν ἡ νοῦσος τρέπηται. ἀγαθὸν δὲ ἡ λύσις τῆς αἰτίης, καὶ μὴ τοῦ ἄχθεος ἐλαφρίη μοῦνον· δίψος δὲ τουτέοισι μέζον, ἐκρέον γὰρ τὸ ὑγρὸν αὐαίνει.
1 ἔστι δὲ τὰ ἄκεα ἐς τὴν ἐπίσχεσιν τῆς ξυντήξιος, τὰ ωὐτὰ τοῖσι ὕδρωψι· ἐς δὲ τὸ δίψος μεγάλης ἰητρείης χρέος, τόδε γὰρ ἐν τῷ εἴδεϊ ἀλγέων πάντων μέζον. καὶ ἢν πίωσί τι ὑγρὸν, πρόκλησις οὐρήσιος. ποτὶ καὶ ἐκθέον τόδε ξυναπάγει τῆκον τὰ ἐν τῷ σκήνεϊ. φαρμάκων ὦν ἀδίψων χρέος· δίψος γὰρ μέγα, ἀκορίῃ ποτοῦ. ποτὸν γὰρ οὐδʼ ὅσον γίγνηται δίψεος ἄκος. πάντη δεῖ τῷ στομάχῳ ἀρήγειν ἔνθα τοῦ δίψεος αἱ πηγαί. ἢν ὦν τῇ ἱερῇ καθαίρῃς, ἐπιθήμασι χρέο, νάρδῳ, μαστίχῃ, φοίνιξι, μήλοισι κυδωνίοισι ὠμοῖσι· τῶνδε ὁ χυλὸς μὲν ξὺν νάρδῳ καὶ Ῥοδίνῳ, ἄριστον ἐς τέγξιν· ἐπίπλασμα δὲ ἡ σάρξ αὐτέων ξὺν μαστίχῃσι καὶ φοίνιξι· ἐν κηρῷ δὲ καὶ νάρδῳ τῷ μύρῳ ἡ τουτέων μῖξις ἀγαθὴ, ἢ οἱ χυλοὶ ἀκακίης τε καὶ ὑποκιστίδος ἔς τε τὰς τέγξιας καὶ ἐς τὰ ἐπιπλάσματα.
1 / 15 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme