Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

1 χρὴ δὲ καὶ τὰ σιτία ἴκελα ἔμμεναι, δριμέα, λεπτὰ, διαλυτικὰ παχέος, σμηγματώδεα· λαχάνων, πράσον, ἢ κορωνόπους, ἢ κνίδη, ἢ κράμβη ἐν ὄξεϊ ἑψηθεῖσα. αὐστηρῶν δὲ, πτισάνης ὁ χυλὸς, τῆς ὀριγάνου ἢ ὑσσώπου προσλαβὼν, ἠδὲ πεπέριος καὶ λίτρου πλεῖον ἀντὶ τῶν ἁλῶν· χόνδροι ξὺν μέλικρήτῳ κάθεφθοι. Ermerins, on the authority of one Parisian ms., reads κάτεφθοι, to avoid the recurrence of aspirates. The other reading is retained by Littre, the latest editor of Hippocrates, t. vii. p. 176. ἄφυσα δὲ πάντα ἐν τῇ ἑψήσι ἔστω. κακὸν γὰρ περιπνευμονικοῖσι φῦσαι. οἶνος ποτὸν, ἢν ἄπυροι ἔωσι, μὴ πολλόν τι τῆς στύψιος ἔχων. πυκνωτικὸν γὰρ σωμάτων ἡ στῦψις. χρὴ δὲ τουτέοισι ἀραιοῦν μὲν τὰ μέρεα μᾶλλον. πολλὸν δὲ ἄγειν τὰ πτύελα· τὸ ξύμπαν δὲ, ὀλίγον ἔστω ποτόν πνεύμονι γὰρ τέγξις κακὸν, οὕνεκεν πνεύμων ἀπὸ στομάχου ἕλκει καὶ κοιλίης.
1 θώρηξ δὲ ἐσκεπάσθω εἰρίοισι ξὺν λίπαϊ, καὶ λίτρῳ, ἢ ἁλσί. ἄριστον δὲ χρῖσμα τὸ διὰ τῆς λιμνήστιδος, σίνηπι ξηρὸν ξὺν κηρωτῇ ὑγρῇ. καὶ τὸ ξύμπαν ἔξω ἄγειν καὶ ὑγρὰ καὶ θερμασίην καὶ πνεῦμα. ἀρήγει καὶ ὄσφρησις δριμέων, χρίσιες, ἄκρων δεσμός. τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ ἡ νοῦσος, ἀνέλπιστος ὁ ἄνθρωπος.

Κεφ. β′. Θεραπεία Αἵματος Ἀναγωγῆ ς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme