Book 2
6
ἢν δὲ ἐς ἐμπύησιν τρέπηται, τοῖσι πυοποιοῖσι χρέεσθαι, ὁκόσα μοι ἐπὶ κωλικοῖσι λελέξεται. ἢν δὲ καὶ πῦον γένηται, ὅκως μὲν τάμνειν, ὅκως δὲ ἰητρεύειν, ἄλλῃ πηγεγράψεται· τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω, ἤν κοτε ξυμφορὴ φλεγμασίης ὀξέης καὶ τόνδε καταλάβῃ.
Κεφ. ζ′. Θεραπεία Νωτιαίας Φλεβὸς καὶ Ἀρτηρίης ὀξείας νούσου.
7
τὴν τῆς κοίλης φλεβὸς φλεγμασίην καὶ παχείης ἀρτηρίης, αἳ παρὰ τὴν Ῥάχιν τέτανται, καύσου ἰδέην ἐκάλεον οἱ πρόσθεν. καὶ γὰρ καὶ καύσοισι ἴκελα πάθεα ἐπὶ τοῖσι γίγνεται· πῦρ ὀξὺ καὶ δριμὺ, ἄση, δίψος, ἀπορίη, σφυγμὸς παλμώδης ἐν ὑποχονδρίῳ ἠδὲ τοῖσι μεταφρένοισι· ἄλλα, ὁκόσα μοι ἐπὶ τοῖσι σημείοισι γεγράφαται. ἀτὰρ καὶ ἐς ξυγκοπὴν ὀκέλλει τὸ πῦρ, ὅκως ἐπὶ τῇσι καύσεσι. τῆς μὲν γὰρ φλεβὸς Ῥίζωσις ἧπαρ, τῆς δʼ ἀρτηρίης ἀρχὴ, κραδίη. δοκέοις ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια. θέρμην μὲν γὰρ ἡ κραδίη ἐνδιδοῖ τῇ ἀρτηρίῃ, τῇ φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ ἔγγονα αἱ φλεγμοναί.