Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 2

6 ἐπὴν δὲ τουτέοισι πρηο̈́νῃς, σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ βδέλλαι, ἢ σχάσαι, κρέσσον. παρεισδύεται δὲ τοῦ ζῴου ἡ δῆξις· ἀτὰρ ἠδὲ μέζονας διαβρώσιας ποιέεται· τῇδε καὶ δυσεπίσχετος ἡ ἀπὸ τῶν ζῴων αἱμόρροια· κἢν ἄδην πιὸν ἐκπέσῃ τὸ θηρίον, σικύην προσβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ νῦν. κἢν ἅλις ἔχῃ κενώσιος, ἐς μὲν τὰ τρώματα ἰσχαίμασι χρέεσθαι ἀδήκτοισι, ἀραχνίων ὑφάσμασι, μάννῃ, ἀλόῃ, ἐπιπάσσειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ μελιλώτῳ, ἀλθαίης Ῥίζῃσιν. ἐς δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυροβαλάνῳ , ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι. ἀτὰρ καὶ τὰ μαλάγμα τα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι, ἢ ἐξαραιῶσαι , ἢ οὔρησιν τρέψαι. ἄριστον μὲν ὦν τὸ διὰ τῶν σπερμάτων, ὧν ἅπασι ἰητροῖσι ἡ πείρη εὔγνωστος. ἀγαθὸν δὲ καὶ ἔνθα ἡ σάμψυχος, ἢ τὸ μελίλωτον ἐγκέεται.
6 τροφαὶ δὲ λεπταὶ, εὔδρομοι, οὐρήσιος προκλητικαὶ, εὐδίοδοι· χόνδροι ξὺν μελικρήτῳ, καὶ Ῥόφημα ἐκ τῶνδε ξὺν ἁλσὶ ἠδὲ ἀνήθῳ. πτισάνης δὲ χυλὸς καὶ σμηγματώδης. ἢν δὲ καὶ δαύκου τοῦ καρποῦ ἐγχέῃς τι, κρέσσον ἐς οὔρησιν. ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσι· καιρίη δὲ τοῖς ἀπὸ ἥπατος ἐκρέουσι ἡ τῇδε ἔξοδος, εὐρύτητίτε τῶν ἀγγείων καὶ ἰθύτητι τῆς ὁδοῦ. χρὴ ὦν καὶ σικύῃ τῇδε ἕλκειν ἐς τὴν χώραν προσβάλλοντα τῶν νεφρῶν κατʼ ἰσχίονErmerins alters the last two words to κατ’ ἰξύων. ἀτὰρ καὶ τέγγειν τάδε λίπαϊ ξὺν πηγάνῳ, ἢ σχοίνῳ, ἢ καλάμῳ τῷ ἀρωματικῷ. ἐπὶ δὲ τοῖσδε ἐλπὶς τὸν νοσέοντα διαδρᾶναι τὸν ὄλεθρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme