Book 2
4
ἐν χολέρῃ ἡ τῶν φερομέν ων ἐπίσχεσις κακόν· ἄπεπτα γὰρ. χρὴ ὦν ἡμᾶς Ῥηϊδίως αὐτόματα δέχεσθαι· ἢν δὲ μὴ, ὀτρύνειν, διδόντας ὕδατος εὐκρήτου Ῥυμφαίνειν, ξυνεχές γε μὴν, ὀλίγον δὲ, ὅκως μὴ ἐντάσιες ἔωσι κεναὶ στομάχῳ, σπασμώδεες· ἢν δὲ καὶ στρόφοι ἔωσι, καὶ ποδῶν ψύξιες, τέγγειν μὲν τὴν κοιλίην λίπαϊ θερμῷ ξὺν πηγάνῳ καὶ κυμίνῳ ἑψηθέντι, ἐς τὰς τῶν φυσέων διακρίσιας, καὶ ἐπιτιθέναι εἴριον. καὶ τὼ πόδε λιπαίνον τα ἡσυχῇ τρίβειν, ἀμφαφόωντα μᾶλλον ἢ πιέζοντα. ἀτὰρ καὶ μέχρι τῶν γουνάτων γιγνέσθω τάδε, ἐς ἀνάκλησιν θέρμης. καὶ μέσφι μὲν κόπρια κάτωθεν διαχωρέει, ἄνωθεν δὲ χωρέει χολώδεα, τάδε χρὴ ποιέειν.
4
ἢν δὲ ὑπεληλύθῃ μὲν ὁ πᾶς παλαιὸς σῖτος, χολαὶ δὲ διΐωσι, καὶ χολώδης ἔμετος καὶ διάτασις ἔῃ, ἠδὲ καὶ ἄση, καὶ ἀπορίη, καὶ ἀδυναμίη, ψυχροῦ ὕδατος κυάθους δύο, ἢ τρεῖς, διδόναι, ἔς τε τὴν τῆς κοιλίης στῦψιν, ὅκως ἐπίσχῃ τὴν παλίρροιαν, ἠδὲ τὸν στόμαχον αἰθόμενον ἐμψύξῃ. ξυνεχέως δὲ τόδε, ἐπὴν τὸ ποθὲν ἐμέσῃ, πρήσσειν. Ῥηϊδίως μὲν τὸ ψυχρὸν ἐν τῇ κοιλίῃ θάλπεται· ἀτὰρ ἠδὲ ἐξεμεῖ ὁ στόμαχος, ἀχθηδόνι τοῦ θερμοῦ καὶ ψυχροῦ· ξυνεχέως δὲ ποθέει ψυχρὸν ποτόν.