Book 1
9
τῶν παθέων ὁκόσα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρὴ, ἀλλʼ οὐ τοῦ παρεόντος λόγου ἡ τῶνδε χειρουργίη· τὰ δὲ ὡς ὀξέα ἰῆσθαι. Ῥηϊδίως γὰρ πνίγει καὶ δυσπνοίῃ τινὰ τουτέων κτείνει. τοιάδε μέντοι ἐστὶ, ἣν καλέομεν σταφυλήν τε καὶ κιονίδα. ἄμφω γὰρ ξὺν φλεγμασίῃ καὶ πάχεϊ καὶ μήκεϊ ξυνίσταντα ι, ὡς ἐς τὴν ἀρτηρίην ἐκκρεμέα γίγνεσθαι· ἴσῳ μὲν πάχεϊ ἀπὸ τῆς βάσιος μέσφι ἄκρου τοῦ οὐρανοῦ ὁ κίων· ἀνίσῳ δὲ ἡ σταφυλή. τῆσδε γὰρ ἰσχνὴ μὲν ἡ ἀπὸ τοῦ οὐρανοῦ βάσις· ἐς δὲ τὸ ἄκρον στρογγύλη καὶ παχεῖα, ξὺν ἐρυθήμα τι, ἢ πελιδνώσι· τῇδε καὶ σταφυλὴν ἐπίκλησιν ἔσχηκε τὸ πάθος. τοῖσι ὦν χρὴ ὠκέως ἀρήγειν. ὤκιστος γὰρ ὁ ἀπὸ πνιγὸς ὄλεθρος.