Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 1

5 καὶ ἢν ἐκ τῶνδε μικρὸν ἀνέγρηται ὁ ἄνθρωπος, ἢ κινεόμενος τοῖσι πυρετοῖσι, ἢ αἰσθανόμενος ἀπὸ τῆς ἀναισθησίης, ἢ εὐσφυξίη γένοιτο, ἢ ὅλως τὸ πρόσωπον εὔσημον ᾖ, εὔελπιν χρὴ ἔμμεναι, ἠδʼ ἀρήγειν εὐτολμότερον. κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι νήστεϊ, μάλιστα μὲν τὸ πᾶν τῆς πόσιος· εἰ δὲ κώλυμα ἡ δύναμις ἔοι, ἐς τὸ ἥμισυ σὺν μελικρήτῳ. καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνακλίτῳ, ἀτρέμα μὲν αἰωρούντων τῶν φερόντων, διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον· κἢν μὲν ἡ γαστὴρ εὐρόως ὑποφέρῃ, δέχεσθαι· εἰ δὲ μὴ, ὕδωρ ἢ μελίκρητον πιπίσκειν, ὅσον κυάθους δύο· ἢν δὲ καὶ ναυτίη μὲν ἕλῃ ἐπὶ τῇσι καθάρσεσι, μὴ ἀποτρέπειν. ἥ τε ἔντασις ἐς ἐγρήγορσιν ἔχει τι ζώπυρον, καὶ ὁ τῶν φλεγμάτων ἔμετος τὴν αἰτίην τῆς νούσου ἄγει. αἰσθήσιος δὲ, καὶ κεφαλῆς, καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον. ἀμφὶ μὲν ὦν κενώσιος παντοίης, τῆς ἐν ἀρχῇσι, ἅλις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme