Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 1

3 ὑγρῆναι τὴν Ῥῖνα προκλήσι· ὁσμαῖς δριμείασις μὲν ἐς αἴσθησιν, ἐς δύναμιν δὲ θερμαῖς· ὁκοῖον αὐτὸ τὸ καστόριον, ἢ θύμβρα, ἢ γλήχων, ἢ θύμος, χλωρὰ, ἢ ξηρὰ δευθέντα ὄξεϊ.
3 δριμέων φαρμάκων χρίσιες κατὰ τῶν ποδῶν καὶ γουνάτων. ὕλη δὲ ἔστω ἀλεαίνουσα καὶ δάκνουσα ἐκ προσαγωγῆς. ἀμφοῖν γὰρ χρέος ληθαργι κοῖσι ἐς θάλψιν καὶ ἐγρήγορσιν. τὰ πρῶτα μὲν ὦν καὶ κνίδῃ μαστίζειν τὰ σκέλεα. προσίζουσα γὰρ ἡ ἄχνη οὐκ ἐς πολλὸν μὲν διαρκέει, ἄλυπον δὲ ὀδαξησμὸν καὶ πόνον ἐνδιδοῖ. μετρίως δὲ ἐρεθίζει τε καὶ παροιδίσκει, καὶ θερμασίην προκαλέεται. ἢν δὲ ἐπὶ μᾶλλον ἐθελήσῃς τάδε τοι γίγνεσθαι, λημνήστιδος ἠδʼ εὐφορβίου ἷσα ξὺν λίπαϊ γλευκίνῳ χρίειν. ἄριστον καὶ σκίλλης ὠμῆς λεπτοῖσι ἐκτρίβειν· χρὴ δὲ ἀπομάξαντα τῶν μελέων τὸ ἐλαιῶδες· (ἄδηκτον γὰρ πᾶν δριμὺ ξὺν λίπαϊ ἢν μὴ φαρμακῶδες), ἢ κυπρίνῳ, ἢ γλευκίνῳ, ἢ σικυωνίῳ. ἢν δὲ ἐπὶ τουτέοισιν ἔτι βαθὺ κῶμα ἴσχῃ, σίκυον χρὴ τὸν ἄγριον ξὺν ὄξεϊ τρίψαντα σινήπιος ἴσῃ μάζῃ ξυμμίξαντα , τιθέναι· δριμὺ δὲ τὸ ἐπίπλασμα καὶ ὠκέως ἐρυθήμα τα ἐντεῦξον, ὠκέως δὲ οἰδαλέα θέμενον· εἰ κίνδυνος δὲ φλυκται νώσιος καὶ τρωμάτων, ξυνεχέωσς ἐπαίρειν τὸ ἐπίπλασμα, καθορέοντα μή τι τουτέων ξυμβῇ. τάδε μὲν ὦν ἐς τὸ νωθὲς καὶ νεκρῶδες αὐτέου, καὶ ἐς πάντα καιρὸν, πλὴν τῇσι ἐσβολῇσι τῶν παρόξυσμῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme