Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 1

3 τέγξιες τῆς κεφαλῆς, αἵπερ καὶ τοῖσι φρενιτι κοῖσι. ἀμφοῖν γὰρ αἱ αἰσθήσιες πλέαι γίγνονται ἀτμῶν, ἃς ἀπελαύνειν. χρὴ ψύξεϊ καὶ στύψι, Ῥοδίνῳ, καὶ κισσοῦ χυλῷ· ἢ ἐξατμίζειν ἐς διαπνοὴν τοῖσι λεπτύνουσι, οἷον ἑρπύλῳ ἐν ὄξεϊ σὺν τῷ Ῥοδίνῳ· ἢν δὲ νεύρων πόνος ἔῃ καὶ ψῦξις ὅλου, πολλῷ δὲ μᾶλλον ἀκρέων, τῷ καστορίῳ ξὺν ἀνηθίνῳ λιπαίνειν, ἠδὲ τέγγειν τὴν κεφαλὴν καὶ τὸν αὐχένα, καὶ τὴν Ῥάχιν χριειν τῷ αὐτῷ ξὺν λίπαϊ, σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ· ξυγχρίειν δὲ καὶ τὼ χεῖρε ἀπὸ τῶν ὤμων, καὶ τὼ πόδε ἀπὸ τῶν βουβώνων. τοισίδε μέντοι καὶ τὴν κύστιν καταιονεῖν , καὶ ὡς νεῦρον πάσχουσαν, καὶ ὡς οὔρων ὁδὸν κάμνουσαν, ἀτὰρ καὶ τῇ δριμύτητι τῶν χυμῶν ἀχθομένην· χολώδεα γὰρ τὰ οὖρα. ἢν δὲ μέζων ὁ τρόμος ἔῃ, καὶ κίνδυνος σπασμοῦ, καὶ σικυωνίῳ εἰς τὴν κεφαλὴν ὑπʼ ἀνάγκης χρέεσθαι· ὀλίγη δὲ ἤτω ἡ χρῖσις· ἢν δὲ καὶ φλεγμασίαι τῶν ὑποχονδρίων ἔωσι, καὶ πρήσιες καὶ φῦσαι, καὶ περιτάσιες τοῦ δέρματος, ἢ κοῖλον γίγνηται, εἴσω εἰρυομένου τοῦ ὑποχονδρίου, ἐμβρέγματα καὶ ἐπιπλάσματα, ὁκόσα μοι ἐν φρενιτι κοῖσι λέλεκται.
3 σικύῃ ἥκιστα χρέεσθαι ἢν ἀπὸ φρενίτιδος ἔωσι. εὐτολμότερον δὲ ἢν ἀρχῆθεν ἡ νοῦσος εἰσβάλλῃ. ἢν δὲ γλῶσσα μελαίνηται καὶ ὄγκος ἐν τοῖσι ὑποχονδρίοισι σημαίνῃ, ὑπʼ ἀνάγκης τῇ σικύῃ χρέεσθαι· ἐπὴν δὲ πρὸς τῷ μήκεϊ τοῦ χρόνου κενωθήσεται τῇσι αἰσθήσεσι, τἄλλα δʼ εὐπετέστερον φέρῃ, τῇ κορυφῇ τῆς κεφαλῆς προσβάλλειν· ἄλυπον γὰρ τῇ δυνάμι τὸ ἐντεῦθεν κενοῦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme