Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 1

3 ἀτροφίη κακὸν, κακὸν δὲ καὶ πολυτροφίη. χρὴ ὦν ὀλιγοσιτίῃ χρέεσθαι ἐς ἑκάστην ἡμέρην· ἀθρόον δὲ μὴ ἀσιτεῖν· ὑπομνήσιός τε γὰρ ἠδʼ ἀλέης τῷ στομάχῳ χρέος ἀνὰ πᾶσαν τὴν ἡμέρην. ἀτὰρ καὶ ἡ τροφὴ ἔστω λεπτύνουσα καὶ διαχωρητικὴ ἐν ζωμοῖσι μᾶλλον ἢ ὀπτοῖσι ἀλεκτορίδι , κεγχρίδι.I have adopted ὀπτοῖσι instead of ὀσπρίοισι, as suggested by Petit. λινόζωστις δὲ ξυνεψείσθω καὶ ὄξος παραχεέσθω. καὶ τοῖσι δὲ χυλοῖσι ἐμβάλλειν, εἴ ποι δέοι χυλῷ χρέεσθαι πτισάνης, εὔπνοον ἠδὲ οὔρων ἀγωγὸν, μάραθρον, σέλινον, τὰ λάχανα, ἢ τουτέων τοὺς καρπούς. ἀγαθὸν δὲ καὶ πράσον τῇ δριμύτητι, καὶ κράμβη ξὺν ἐλαίῳ καὶ γάρῳ· ἄριστον δὲ καὶ κύμινον γλυκὺ, ξὺν κράμβῃ, φυσέων ἠδὲ οὔρων· ἐρεθιστέα γὰρ ἡ κύστις, ἠδὲ γαστὴρ, ἐν πάσῃ τῇ νούσῳ.Ermerins has entirely remodelled this passage — altering, ejecting, and introducing words, to make his author use the language which the editor fancies he ought to have used. I have adopted only a few of his changes.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme