Thesauros Literature medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Book 1

2 ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἔῃ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται· τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται, καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται, καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις· ἡ δὲ γνώμη εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς νούσου γνώματα.

Κεφ. β′. Θεραπεία Ληθαργικῶν.

3 Ληθαργικοῖσι κατάκλισις ἐν φωτὶ καὶ πρὸς αὐγήν· ζόφος γὰρ ἡ νοῦσος· ἠδὲ ἐν ἀλέῃ μᾶλλον· ψῦξις γὰρ ἔμφυτος ἡ αἰτίη. κοίτη εὐαφὴς, τοιχογραφίη, στρώματα ποικίλα, πάντα ὁκόσα περ ἐρεθιστικὰ ὄψιος, λαλιὴ, ψηλαφίη ξὺν πιέσι ποδῶν· τιλμοί· κνησμοί. ἢν βαθὺ κῶμα ἴσχῃ, ἐμβόησις, νουθεσίη ὀργίλη, δεῖμα, ἐφʼ οἷσι δειμαίνει. προσαγγελίη τῶν ὁκόσα ἐπόθεε καὶ προσεδόκεε. πάντα ἐς ἐγρήγορσιν ἐναντίως τοῖσι φρενιτι κοῖσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme