Book 2
1
Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος, τὰς μὲν λαγόνας ἴοχοσι κενεὰς, οἰδαλέο ἔασι καὶ πρόσωπα καὶ βραχίον ας· ἀτὰρ ἠδὲ ὁκόσα τοῖσι ἄλλοισι κενεὰ, τοῖσδε γίγνεται πλήρεα φλέγμα μεν γὰρ λευκὸν ἐπὶ τῷ λευκῷ φλεγματίᾳ συνίσταται , ψυχρόν τε καὶ παχύ· τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόσωπον, αὐχήν τε καὶ βραχίονες· παχὺ δὲ τὸ ἐπιγάστριο ν ἀπὸ τοῦ οἴδεος· μαζοὶ δὲ ἐς ὄγκον αἴρονται, ὁκόσοι νέοι ἀκμὴν ὄντες ἐν εὐτυχίῃ τῆς ἡλικίης· ἐπὶ δὲ τῷ ἀνὰ σάρκα τηκεδὼν τῆς σαρκὸς ἐς χυμὸν σαρκοει δέα , ἰχώρτε αἱμάλωπος, ὁκοῖος Ῥέει ἀπὸ ἐντέρων ἕλκεσι· τοιόσδε καὶ ἐπὶ θλάσμασι ἀπὸ βάρεος ἐμπεσόντος, ἢν τάμῃς τι ἐπιπολῆς, ὁ χυμὸς ἐκρέει· ἡ δὲ τῶν δυοῖν ἐπιμιξίη ἀμφοῖν ἴσχει τὰ σημήϊα.