Book 2
7
διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες· φαντασίαι δὲ ἐπʼ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε· ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής· οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα, φλέβες κροτάφων ἐπηρμέναι, ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶτῷ σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον ἡ νοῦσος, ἀλλʼ οὐδὲ τὴν ἀρχὴν ἐς τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι.
7
ἦν δὲ καὶ ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸς εἰς τὴν κοιλίην πάλιν, εὖτε ἤδη τηκεδὼν τῆς ἕξιος. αὐαλέοι δὲ τὸ στόμα, ἄνικμοι δὲ τὴν ἐπιπολὴν, ἀνίδρωτες, κοιλίη ἄλλοτε πυριφλεγὴς ὡς ἀπʼ ἄνθρακος, ἄλλοτε δὲ ὡς ἀπὸ κρυστάλλου ψυχροστ αγής. κοτὲ δὲ καὶ αἷμα τοῖσι ἐσχάτοισι ἐν σκυβάλοισι ἐπιρρέει ξανθὸν, ἄκρητον, ἀμιγὲς, ὡς δοκέειν φλεβὸς στόμιον ἀνεῶχθαι. ἀνεσθίει γὰρ τὸ δριμὺ τὰς φλέβας. μήκιστον καὶ δυσαλθὲς κακὸν, καὶ γὰρ ἢν δοκέῃ πεπαῦσθαι, ἄνευ φανερῆς προφάσιος παλινδρο μέει ἐσαῦθις ἠδὲ καὶ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλίνορσος ἥκει. ἐς περίοδον γοῦν ἤδη φοιτῇ.