Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 2

6 τάδε μέντοι τῆς ψυχῆς, τοῦ στομάχου ἐνδιδόντος , εἶναι δεῖ τὴν πάθην· οἱ δὲ δὴ ἄνθρωποι οὐκ εἰδότες τὰ ξυμπαθέα μέρεα, ἐφʼ οἷσι τὰ δεινότα τα γίγνεται, τὸν στόμαχον αἴτιον ἡγοῦνται· μέγα δὲ ἐς πίστιν ὧν λέγω ἡ ξυνάφεια τῆς καρδίης, ἔνθα πάντων ἡ ἀρχή. μέσον γὰρ ἐνίζει τῷ πνεύμονι ἡ καρδίη, ἡ δὲ τούτων μεσότης τὸν στόμαχον συνάπτει· ἄμφω δὲ προσπεφύκασιτῇ Ῥάχι· διὰ τόδε πρὸς τὴν καρδίην γειτόνημα, καὶ καρδιαλγίη, καὶ τὰ μελαγχολώδεα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme