Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

16 Ἡ νοῦσος ἥδε δυσαλθὴς, ἠδὲ μήκιστον κακόν. καὶ γὰρ τίκτεται χρόνῳ μακρῷ, καὶ οὐδὲ ἐπὶμιῇ τοῦ σώματος κακίῃ, καὶ οὐδὲ ἐπὶ σπλάγχνῳ ἑνί· ἀλλὰ γὰρ τῶν ἁπάντων τροπῇ ἐς πονηρόν. τοιγαροῦν τὰ ἀπότοκα τοῦδε νοσήματα ἄφυκτα γίγνεται, ὕδρωπες , ἢ φθίσιες, ἢ ξυντήξιες. καὶ γάρ τοι καὶ τῆς καχεξίης προφάσιες ἀδελφαὶ τῆς ξυντήξιος ἔασι· ἡ δὲ νοῦσος μακρὴ δυσεντερίη ξυνεχής· νούσων ὑποστροφσαὶ ἐνίοισι. εὐσιτίη μὲν γὰρ, — καί τοι καὶ προσφέρονται πολλά, — ὠμῶν δὲ καὶ ἀτρέπτων ἡ ἀνάδοσις. ἐργασίη γὰρ τροφῆς ἡ ἐς πέψιν, ἄπορος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme