Book 1
14
ἐπὶ δὲ σμικρῷ ὄγκῳ μετὰ σκληρίης, ἀντιτυπίης , ἀπονίη· διὰ τόδε πολλὸν χρόνον ζῶσι οἵδε· εἰ δὲ τοῦ πάθεος ἥττηντο, χρεὼν ὕδρωψ, ἢ φθίσις, καὶ τοῦ σκήνεος τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτος ὁ τρόπος τοῦ ὀλέθρου σφέας τοῦ ζῆν ἐξάγει.
14
παιδία μὲν οὖν καὶ νέοι παθεῖν τε Ῥηΐτεροι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· γέροντες δὲ οὐκ εὐπαθέες μὲν, διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεσβῦται ἔλαθόν τινες ὑπὸ σπληνὸς διαφθαρέντες. καὶ γὰρ καὶ ἐπὶ σμικρῷ ὄγκῳ τοῦ ὀλίθρου σφίσιν ἡ Ῥοπή· φέρει δὲ καὶ νοῦσος μακρὴ, φθινώδης, καὶ νέοισι ἀργίη μάλιστα, ὁκόσοισι ἀπʼ ἀγωνίης, ἢ γυμνασίων πολλῶν, ἄπονοντὸ σῶμα. χωρία ἑλώδεα, ὕδατα παχέα, ἁλμυρὰ, βρωμώδεα· ὡρῶν, τὸ θηριῶδες μετόπωρον.
Κεφ. ιεʼ. περὶ Ἰκτέρου.
15
ἢν χολῆς ξανθῆς, λεκιθώδεος , ἢ κροκοει δέος, ἢ τῆς μελαγχλώρου, ἐς τὸ παντελὲς ἀνάχυσις ἀπὸ τοῦ σπλάγχνου γένηται, τὸ πάθος ἴκτερος κικλήσκεται, χαλεπὸν μὲν ἐν ὀξέσι· οὐ γὰρ μόνον πρὸ ἑβδόμης κτείνει φανὲν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυρίους· σπανίως δὲ εὖτε ἔκρινε πυρετὸν ἐς τέλος τὸ πάθος, ἀλλʼ αὐτὸς οὐ Ῥηϊδίως λύεται.