Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

13 ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλὰ, παχέα, ἐπίδοσιν ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι τὸν ὕδερον· ἢν δε λεπτὰ καὶ ἀνυπόστα τα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει· ἢν δὲ μεταβάλλῃ εἰς τὸ ἀρχαῖον ἡ φύσις, καὶ καταρρα γῇ κοτε εἰς κοιλίην, ἐπὶ πολλοῖσι ὑδατώδεσι καὶ τὸν ὕδρωπα ἰησατο· σφαλερὴ δὲ ἡ τοιαύτη ἐπικουρίη· ἐπὶ γὰρ τῇσι ἀθρόῃσι κενώσεσι ἠδὲ τῇσι ἐσχάτῃσι ξυμπτώσεσι ἐξέθανόν κοτε ὑπʼ ἀδυναμίης οἱ κάμνοντες, ὅκως ἐξ αἱμορραγίης. ἀσινέστερον δὲ λύει ἱδρὼς, ἢν πολὺς ἐκρυῇ. οὐ πάνυ γὰρ ἰκμαλέοι οἱ ὑδρωπιώδεες. ἥδε τῶν ἐν ἥπατι παθέων ἡ τελευτὴ γίγνεται.
13 ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, μείρακες καὶ οἱ μέσφι ἀκμῆς, ἧσσον γυναῖκες· προφάσιες δὲ ἀκρασίη καὶ νοῦσος μακρὴ, μάλιστα ἐπὶ δυσεντερίῃ καὶ ξυντήξεσι. καὶ γὰρ δὴ καὶ τούσδε ἐκίκλησκον ξυντηκτικοὺς, τοὺς ἐπὶ ἕλκεσι ἥπατος ἰσχνοὺς ἀποθνήσκοντας.

Κεφ. ιδʼ. περὶ Σπληνός.

14 σπληνὶ ξύνηθες χρόνιον νόσημα, σκίρρος. ἔμπυος δὲ οὐ Ῥηϊδίως, γίγνεται δʼ οὖν. εὖτε πόνος μὲν οὐ τρηχὺς, ὄγκος δὲ πουλὺς τῆς ἐπιπονίης μέζων· ἐπὶ δεξιὰ γὰρ ὤφθη μέσφι τοῦ ἥπατος ὅλῃ τῇ κοινωνί ῃ ἐποιδέων. τοὔνεκεν πολλοῖσι ἀπάτη γίγνεται, ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος. τὸ γὰρ περιτόναιον φλεγμάινειν σφίσι δοκέει. ἀπηνὴς δὲ καὶ ἀτέραμνος ὅκως λίθος. τοιόσδε τὰ πολλὰ ἐπὶ σκίρρῳ γίγνεται σπλὴν, εὖτε καὶ ἀπορίη ξύνεστι παντελής.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme