Book 1
11
Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν· βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής· Ῥὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη.
11
ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέες, ὡς ἐπʼ ἀγχόνῃ, Ῥωγμὸς ἐν ἐγρηγόρσι· Wigan and Ermerins read ῥωχμὸς; but the other seems to me the preferable term. The authority of Caelius Aurelianus seems to me decisive on this point: Gutturis stridor quem graeci rhogmon vocant. Morb. Acut. ii. 10. See Paulus Aegineta, t. i. p. 482, Syd. Soc. Edit. πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ· ὑγρὴ καὶ ἄηχος ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη· ἐς τὸ ὕπαιθρον ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής· ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα ποθέοντες, ὑπʼ ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ στόμα, ὡς τῷδε μέζονι χρεόμενοι· ὠχροὶ τὰ πρόσωπα, πλὴν τῶν μήλων. τάδε γὰρ ἐρευθῆ. ἱδρῶς περὶ μέτωπον καὶ κληϊδας· βὴξ συνεχὴς, βιαίη· ἀναγωγὴ σμικρὴ, λεπτὴ, ψυχρὴ, ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθισμα. τράχηλος οἰδέει πνεύματος πρήσι. ὑποχόνδρια ἀνεσπασμένα. σφυγμοὶ σμικροὶ, πυκινοὶ , πιεζεύμενοι· ἰσχνὰ σκέλεα· κἢν ὑπερταθῇ τάδε, ἀπέπνιξέ κοτε ἐπιληπτικῷ τρόπῳ.