Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Book 1

9 σημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνὰ, τὰ δὲ ἑκάστου ἴδια· βάρος ἢ πόνος γε ξυνόν· πνεύμων γὰρ ἄπονος· πυρετοὶ ἀμυδροὶ, Ῥίγεα πρὸς ἑσπέρην, ἱδρῶτες ἐπʼ ἀνέσι, ἀγρυπνίη, οἰδήματα ἐν ἄκροισι ποσὶ καὶ χειρῶν δακτύλοισι , ἄλλοτε καὶ ἄλλοτε καθιστάμενα, καὶ ἐπαιρόμενα· δυσφορίη, ἀποσιτίη, ἰσχνότη ς ὅλου· ἢν δὲ καὶ μῆκος ἴσχῃ ἡ μεταβολὴ, ἕξις φθινώδης. οὐ γὰρ ἔτι φύσις ἔργου ἔχεται. οὐ γὰρ πέψις ὁκοίη πρόσθεν, οὐκ εὐσαρκίη, χροιὴ ζοφώδης· ἀναπνοὴ πᾶσι μὲν κακὴ, κακίων δὲ οἷσι ἐς τὴν ἄνω κοιλίην. ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν ἡ φλεγμασίη πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ Ῥίγεα, καὶ θέρμη, καὶ ἀγρυπνίη, καὶ δύσπνοια ἔτι μᾶλλον· σφυγμοὶ σμικροὶ, νωθροὶ, ἀδρανέες, τὴν γνώμην παράληροι, διάτασις τοῦ θώρηκος.
9 ἢν δὲ ἤδη εἰς γέννησιν ἥκῃ πύου, πάντα μέγιστα· ἀναγωγὴ δὲ σμικρὴ ἐπὶ βηχὶ μέζονι, καὶ ἐξ ἀποστάσιος βιαίης. τὰ πρῶτα φλεγματωδέ ων χολοβάφων ἐπὶ τὸ μελάντερον , ὅκως ἐξ αἰθάλης· ἔτι δὲ διαίμων καὶ παχέων· ἢν δὲ καὶ Ῥαγήσεσθαι μέλλῃ, καὶ σαρκοειδέων βαθέων· καὶ ἢν Ῥαγῇ, κίνδυνος μὲν πνίξιος, ἢν πολλὸν καὶ ἀθρόον ἐκχυθῇ πῦον· ἢν δʼ οὖν ἐκρέῃ σχέδην, ἀτρεκέει· πῦον ἢν κάτω περῆσαι θέλῃ, τὰ μὲν ἄνω μέρεα ἔνθα ἡ ἀπόστασις, ὀξὺς πόνος, κοιλίη ὑγρὴ, τὰ πρῶτα ὑδατώδεα ξὺν φλεγματώδεσι· ἔπειτα περίρροια αἱματωδέων , καὶ αὖθις σαρκοει δέων, ἢν ἤδη Ῥαγῇ. ἕπεται δὲ τουτέοισι πῦον, ἢ διὰ κοιλίης, ἢ οὔρων· ἀγαθαὶ δὲ πάντων μᾶλλον, αἱ ἐς νεφροὺς καὶ κύστιας μεταλήψιες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme