Book 1
6
προφάσιες δὲ τῶνδε μυρίαι. καὶ γὰρ ἐπὶ τρώματι φιλέουσι γίγνεσθαι ὑμένος, ἢ μυῶν, ἢ νεύρων νυγέντων, εὖτε τὰ πολλὰ θνήσκουσι, ἐπὶ τρώματι γὰρ σπασμὸς θανάσιμον· Hippocrat. Aph. v. 2. σπᾶται δὲ καὶ ἐπὶ ἀμβλώμα τι ἡ γυνὴ, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνεται. καί τευ πατάξαντος μεγάλως τὸν αὐχένα μετεξέτεροι σπῶνται. καὶ ψύξις δὲ κάρτα ἰσχυρὴ γίγνεται αἰτίη. διὰ τόδε χεῖμα μὲν μάλιστα πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ σὺν τῷ μετοπώρῳ, θέρος δὲ ἥκιστα, εἰ μὴ κατάρξῃ τρῶμα ἢ νούσων ἀλλοδαπῶν ἐπιδημίη· γυναῖκες δὲ ἀνδρῶν σπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί· ἀτὰρ αἵδε περιγίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δὲ, παῖδες μὲν συνεχὲς, ἀλλʼ οὐ μᾶλλον θνήσκου σι, ὅτι ξύνηθες καὶ οἰκεῖον πάθος· νέοι δὲ τουτέων ἧσσον πάσχουσι, μᾶλλον δὲ θνήσκουσι, ἀκμάζοντες ἥκιστα· γέροντες δὲ πάντων μᾶλλον καὶ πάσχουσι καὶ θνήσκου σι. αἰτίη γὰρ ψύξις καὶ ξηρότης γήραος, καὶ θανάτου ἥδε φύσις. The common reading is θανάτου ἡ φύσις, to which Ermerins adds ἥδε, which I have substituted for ἡ, so as to produce a suitable reading with little violence to the text. ἢν δὲ ἡ ψύξις ἔῃ σὺν ὑγρῷ, ἀσινέστεροί τε καὶ ἀσφαλέστεροι εἰς κίνδυνον οἱ σπασμοί.