Book 1
10
ἢν μὲν οὖν ἐς κακὸν τρέπηται ἡ νοῦσος, πάντων ἐπὶ τὸ κάκιον ἐπιδιδόντων, ἐντὸς ἑβδόμης οἵδε θνήσκουσι ἐς συγκοπὴν ἐμπεσόντες. ἢν δὲ ἀπὸ τῆς δευτέρας ἑβδομάδος ἡ ἀρχὴ τῆς ἀναγωγῆς τῶν πτυέλων γίγνηται καὶ τῶν ξυντεινόντων κακῶν, ἐς τὴν τεσσαρεσκαιδεκάτην θνήσκουσι. ἔσθʼ ὅπη δὲ μεσηγὺ τουτέου τοῦ χρόνου ἐς πνεύμονα πάντων ξύνδοσις γίγνεται. ἕλκει γὰρ πνεύμων ἐς ἑωυτὸν, καὶ μανὸς καὶ θερμὸς ἐὼν, καὶ ἐς ὁλκὴν τῶν πέλας κινεύμενος , εὖτε ἀθρόον ἀπεπνίγη ὥνθρωπος, μεταστάσι τοῦ πάθεος. ἢν δὲ ταύτην ὑπερέλθῃ ὁ νοσέων, καὶ ἐντὸς εἰκοστῆς μὴ ἀποθνήσκῃ, ἔμπυος γίγνεται. τάδε μὲν οὖν, ἢν ἐς κακὸν ἐπιδιδῷ.
10
ἢν δὲ ἐπὶ τὸ ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ Ῥινῶν λάβρως, εὖτε ἀθρόον λύεται ἡ νοῦσος· ἕπεται καὶ ὕπνος καὶ ἀναγωγὴ φλεγμάτων, ἔπειτα δὲ χολωδέων λεπτῶν, ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθις δὲ διαίμων, παχέων, σαρκοειδέων. κἢν ἐπὶ τῶν διαίμων παλινδρομέῃ μὲν ἡ χολὴ, ἐπʼ αὐτῇ δὲ φλέγμα, ἀσφαλὴς ἡ ἀποκατάστασις· καὶ τάδε, ἢν ἀπὸ τρίτης ἡμέρης ἄρχηται, καὶ Ῥηϊδίως ἀναβήσσουσι, λεῖα, ὁμαλὰ, ὑγρὰ, 〈οὐ〉 στρογγύλα. The negative seems to be required here. See Petit and Ermerins. ἐς ἑβδόμην γὰρ καθίστανται, εὖτε καὶ κοιλίης ἐκταραχθείσης χολωδέων, ἀναπνοῆς κατάστασις , γνώμη εὐσταθὴς, πυρετοὶ ἐνδιδόντες , εὔσιτοι· ἢν δὲ ἀπὸ τῆς δευτέρης ἑβδομάδος τάδε ἄρξηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην καθίστανται.