Book 1
10
ὑπὸ τῇσι πλευρῇσι καὶ τῇ Ῥάχει καὶ τῷ ἔνδον θώρηκι ἄχρι κλειδῶν ὑμὴν λεπτὸς κραταιὸς ὑπέστρωται, τοῖσι ὀστέοισι προσπεφυκὼς, ὑπεζωκὼς τοὔνομα. ὧδε ἐπὴν φλεγμονὴ γένηται, πῦρ ξὺν βηχὶ καὶ πτυάλοισι ποικίλοισι, πλευρῖτις τὸ πάθος καλέεται. χρὴ δὲ ταῦτα ἀλλήλοισι ξυνωδὰ καὶ ξύμπνοα ἔμμεναι, ἀπὸ μιῆς αἰτίης ξύμπαντα· ὁκόσα γὰρ τουτέων σποράδην ἄλλο ὑπʼ ἄλλης αἰτίης γίγνεται, κἢν τὰ πάντα ἅμα ἐπιφοιτήσῃ, οὐ καλέεται πλευρῖτις· ξύνεστι δὲ πόνος ὀξὺς κληϊδέων, πῦρ δριμὺ, κατάκλισις ἐπὶ μὲν τὴν φλεγμαίνουσαν πλευρὴν εὔφορος· ἐν ἕδρῃ γὰρ ἵζει τῇ ἑωυτέου ὁ ὑμήν· εἰς τὸ ἐπέκεινα δὲ ἐπώδυνος· ὑπὸ γὰρ τοῦ ἄχθεος καὶ τῆς φλεγμον ῆς καὶ τῆς ἐξαρτήσιος ἀποτέταται ἡ ὀδύνη ἄχρι τῆς ἁπάσης ξυναφίης τοῦ ὑμένος ἐς ὤμους καὶ κληΐδας, μετεξετέροισι δὲ καὶ ἐς νῶτα καὶ ἐς ὠμοπλάτην. νωτιαίην τὴν δὲ πλευρῖτιν ἐκάλεον οἱ πρόσθεν.Hippocrat. de Morbis, iii. 16, t. vii. p.144, ed. Littr. παρέπεται δὲ δύσπνοια, ἀγρυπνίη, ἀποσιτίη, μήλων ἐρύθημα φαιδρὸν, βὴξ ξηρὴ, πτύελα μόλις ἀναγόμενα, φλέγμα ἢ χολῶδες, ἢ δίαιμον κατακορέως , ἢ ὑπόξανθον· καὶ τάδε τάξιν οὐκ ἴσχοντα, ἄλλοτε δὲ ἄλλα ἐπιφοιτέοντα καὶ ἀπογιγνόμενα· κάκιον δὲ ἁπάντων, ἢν τὸ δίαιμον ἐκλείπῃ, γίγνονται δὲ παράληροι· ἔστι δʼ ὅτε καὶ κωματώδεες , καὶ ἐν τῇ καταφορῇ παράφοροι.