Book 1
8
πνὶξ δὲ ἐπʼ αὐτέοισι πᾶσι, καὶ ἥκιστα Ῥηϊδίως καταπίνους ι. βὴξ ἐπὶ πᾶσι μὲν, μάλιστα δὲ ἐπὶ τοῖσι ἱμαντίοισι , καὶ ἐπὶ τοῖς κρασπέδοισι. γαργαλισμὸς γὰρ τῆς ἀρτηρίης ἀπὸ τῶν ὑμένων γίγνεται· ἔσθʼ ὅπη δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρη ἐς τὴν ἀρτηρίην ὅθεν ἀναβήσσουσι· ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι δύσπνοια ἐπὶ μᾶλλον, καὶ κάρτα πονηρὴ κατάποσις. καὶ γὰρ ἐς τὰς Ῥῖνας ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται, συμπαθίῃ τῶν παρισθμίων. γηραιοῖσι ὁ κίων συνήθης, σταφυλὴ δὲ νέοισι καὶ ἀκμάζουσι· πολύαιμοι γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάσκουσι δὲ καὶ παισὶ τὰ ὑμενώδεα. τάμνειν δὲ πάντα ἀσινέα· ἐπὶ δὲ τῇ σταφυλῇ ἔτι ἐρυθριώσῃ, αἱμορραγίη καὶ πόνοι καὶ φλεγμον ῆς ἐπίδοσις.Hippocrates, Aphor. iii. 6. We are indebted to Ermerins for changing ἐρυθριῶσι into ἐρυθριώσῃ.
Κεφ. θ. περὶ τῶν κατὰ τὰ παρίσθμια ἑλκῶν.