Thesauros Literature medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Book 1

7 προφάσιες δὲ μυρίαι, ψύξιες μᾶλλον, ἧσσον ἐκκαύσιες, πληγαὶ, ὀστέων ἰχθύων διαπάρσιες ἐς τὰ παρίσθμια, ψυχροποσίαι, μέθαι, πλησμοναὶ, καὶ τὰ ἀπὸ τῆς ἀναπνοῆς κακά.

Κεφ. η. περὶ τῶν κατὰ τὴν Κιονίδα παθῶν.

8 τὸ ἀπὸ τῆς ὑπερώης ἐκκρεμὲν σῶμα στερρὸν, μεσηγὺτῶν παρισθμίων, κίων καὶ γαργαρεὼν καλέεται. σταφυλὴ γὰρ πάθεός ἐστιν οὔνομα. νεῦρον δέ ἐστι ἡ κιονὶς τὴν φύσιν, ἀλλʼ ὑγρόν· ἐν γὰρ ὑγρῷ κέεται χωρίῳ. ὅδε οὖν ὁ γαργαρε ὼν πλεῦνα πάσχει πάθεα. καὶ γὰρ ἐπὶ φλεγμον ῇ παχύνεται, ἶσος ἀπὸ τῆς βάσιος ἄχρι τοῦ πέρατος ἄκρου, ἐπιμήκης γιγνόμενος, καὶ ἐρύθημα ἴσχει. κίων δὲ τοῦδε τοῦ πάθεος ἡ ἐπίκλησις. εἰ κατὰ πέρας μοῦνον στρογγύ λλεται, καὶ μεγέθεϊ πελιδνὸς γίγνεται, καὶ ὑπομελαν ίζει, σταφυλὴ ἐπώνυμον τόδε τὸ πάθος. πάντα γὰρ ἴκελα αὐτέῃ, καὶ σχῆμα, καὶ χροιὴ, καὶ μέγεθος. τρίτον πάθος ἐστὶ ὑμένων, ἔνθα καὶ ἔνθα, οἷόν τι λέπεα πλατέα, ἢ νυκτερίδων πτέρυγες ἐκφαίνονται· ἱμάντιον τόδε καλέεται. ἱμᾶσι γὰρ ἴκελαι αἱ τῶν ὑμένων εἰς πλάτος ἑξαπλώσιες. ἐι δὲ ἐς λεπτὸν καὶ εὐμήκη ὑμένα τελευτᾷ κιονὶς, οἷόν τι οὐρίαχον κατὰ πέρας ἴσχουσα, κράσπεδον τὴν ἐπωνυμίην ἴσχει. γίγνεται δὲ τόδε καὶ αὐτομάτως μὲν ἐκ Ῥεύματος, ὅκωσπερ καὶ ἕτερα· ἀτὰρ καὶ ἀπὸ τομῆς ἐπικαρσίης, ἐγκαταλιπόντος τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν. ἢν δὲ δικρόα ὑμέσι δισσοῖσι ἐκκρεμέσι ἔνθα καὶ ἔνθα γίγνηται, οὔνομα μὲν οὐκ ἴσχει τόδε πάθος ἔκδηλον, ἅπαντι δὲ Ῥηΐδιον θεησαμένῳ γιγνώσκειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme