4
Παραινέσιος δʼ ἂν καὶ τοῦτο ἐπιδεηθείη τῆς θεωρίης· συμβάλλει γάρ τι τῷ σύμπαντι· εἰ γὰρ ἄρξαιο περὶ μισθαρίων τῷ μὲν ἀλγέοντι τοιαύτην διανόησιν ἐμποιήσεις τὴν ὅτι ἀπολιπὼν αὐτὸν πορεύσει μὴ συνθέμενος, ἢ ὅτι ἀμελήσεις καὶ οὐχ ὑποθήσει τινὰ τῷ παρεόντι. ἐπιμελεῖσθαι οὖν οὐ δεῖ περὶ στάσιος μισθοῦ· ἄχρηστον γὰρ ἡγεύμεθα ἐνθύμησιν ὀχλεομένῳ τὴν τοιαύτην, πολὺ δὲ μᾶλλον ἐν ὀξεῖ νοσήματι· νούσου γὰρ ταχυτὴς καιρὸν μὴ διδοῦσα ἐς ἀναστροφὴν οὐκ ἐποτρύνει τὸν καλῶς ἰητρεύοντα ζητεῖν τὸ λυσιτελές, ἔχεσθαι δὲ δόξης μᾶλλον. κρέσσον οὖν σῳζομένοις ὀνειδίζειν ἢ ὀλεθρίως ἔχοντας προ μύσσειν.
5
καί τοι ἔνιοι νοσέοντες ἀξιοῦσι τὸ ξενοπρεπὲς καὶ τὸ ἄδηλον προκρίνοντες, ἄξιοι μὲν ἀμελείης, οὐ μέντοι γε κολάσιος. διὸ τούτοις ἀντιτάξει εἰκότως μεταβολῆς ἐπὶ σάλου πορευο μένοις. τίς γάρ, ὦ πρὸς Διός, ἠδελφισμένος ἰητρὸς ἰητρεύει τοσαύτῃ ἀτεραμνίῃ ὥστε ἐν ἀρχῇ ἀνακρίνοντα πᾶν πάθος μὴ οὐχ ὑποθέσθαι τινὰ συμφέροντα ἐς θεραπείην, ἀποθεραπεῦσαί τε τὸν νοσέοντα καὶ μὴ παριδεῖν τὴν ἐπικαρπίην, ἄνευ τῆς ἐπισκευαζούσης ἐς μάθησιν ἐπιθυμίης;